Esdras ii (Ezra et Nehemias in textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

Καὶ ἔγνων ὅτι μερίδες τῶν Λευειτῶν οὐκ ἐδόθησαν, καὶ ἐφύγοσαν ἀνὴρ εἰς ἀγρὸν αὐτοῦ οἱ Λευεῖται καὶ οἱ ᾄδοντες ποιοῦντες τὸ ἔργον.

καὶ ἐμαχεσάμην καὶ εἶπα Διὰ τί ἐγκατελείφθη ὁ οἶκος τοῦ θεοῦ; καὶ συνήγαγον αὐτούς, καὶ ἔστησαν αὐτοὺς ἐπὶ τῇ στάσει αὐτῶν.

καὶ πᾶς Ἰούδας ἤνεγκαν δεκάτην τοῦ πυροῦ καὶ τοῦ οἴνου καὶ τοῦ ἐλαίου εἰς τοὺς θησαυρούς,

ἐπὶ χεῖρα Σελεμιὰ τοῦ ἱερέως καὶ Σαδδοὺκ τοῦ γραμματέως καὶ Φαδαιὰ ἀπὸ τῶν Λευειτῶν· καὶ ἐπὶ χεῖρα αὐτῶν Ἁνὰν υἱὸς Ζακχοὺρ υἱὸς Ναθανιά, ὅτι πιστοὶ ἐλογίσθησαν ἐπʼ αὐτοὺς μερίζειν τοῖς ἀδελφοῖς αὐτῶν.

μνήσθητί μου ὁ θεὸς ἐν αὐτῇ, καὶ μὴ ἐξαλειφθήτω ἔλεός μου ὃ ἐποίησα ἐν οἴκῳ Κυρίου τοῦ θεοῦ.

Ἐν ταῖς ἡμέραις ἐκείναις εἶδον ἐν Ἰούδα πατοῦντας ληνοὺς ἐν τῷ σαββάτῳ· καὶ φέροντες δράγματα καὶ ἐπιγεμίζοντες ἐπὶ τοὺς ὄνους καὶ οἶνον καὶ σταφυλὴν καὶ σῦκα καὶ πᾶν βάσταγμα, καὶ φέροντες εἰς Ἰερουσαλὴμ ἐν ἡμέρᾳ τοῦ σαββάτου· καὶ ἐπεμαρτυράμην ἐν ἡμέρᾳ πράσεως αὐτῶν.

καὶ ἐκάθισαν ἐν αὐτῇ φέροντες ἰχθὺν καὶ πᾶσαν [*](U+05D0A) [*](5 Λευιτων U+05D0A | απαρχαι] pr αι U+05D0 απαρχας A 6 τριακοστω] pr και U+05D0* (improb U+05D0?) | Αρσασαθα] Αρθασασθα A | τελος ημερων] το τ. τωl ημ. A | τον βασιλεα 2°] παρα του| βασιλεως A 7 πονηρια] pr τη U+05D0A | ποιησαι] pr η εποιησε| Ελισουβ (Ελιασ. U+05D0c.a?c.ᵇ?) Τωβι|α· U+05D0 pr η ε|ποιησεν Ελιασειβ· Τωβια A | του] τ sup ras Aᵃ? 8 απο] pr εξω U+05D0A 9 εκαθαρισαν U+05D0 εκαθερισαν A μαννα B* μανναειμ Bᵃᵇ βαανα U+05D0* μαανα U+05D0a μανααν A 10 εγνω U+05D0* (εγνων U+05D0c.a (vid) | Λευιτων, Λευιται U+05D0A | αυτου] εαυτου U+05D0 11 εμαχεσαμην] + τοις στρατηγοις U+05D0ᵐᵍ | ειπα] ειπον A | ενκατελιφθη U+05D0 | ο οικος] ο οι sup ras Aᵃ? | εστησα U+05D0A | τη στασει] om τη A 12 Ιουδα U+05D0A | του πυρου (πυρρου U+05D0*)] om του A 13 επι 1°] pr ӄ ενετειλαμην U+05D0c.a (ᵐᵍ) | χειρα 1°] χειρας BᵇU+05D0A | Σελεμια] Ἐλεμια Bᵇ Ιελεμια U+05D0 | Σαδωκ A | Λευιτων U+05D0A | Ααναν U+05D0 | Ναθανια] Μαθανα U+05D0* Μαθθανια U+05D0c.a Μαθθανιου A | αυτων 2°] εαυτων U+05D0c.a 14 ο θεος] + μου U+05D0c.a | εν αυτη] ενταυθα τη U+05D0* εν ταυτη U+05D0?A | om ο 2° U+05D0 (superscr U+05D0c.ᵃ) οτι A | Κυριου του θεου] θῡ κυ U+05D0* κυ θῡ U+05D0c.a A + ӄ εν ταις φυλακαις αυτου U+05D0c.a (ᵐᵍ) 15 ιδον A | τω σαββατω] om τω A | φεροντες 1°] φεροντας BᵃᵇU+05D0A | επιγεμιζοντες] επιγεμιζοντας BᵃᵇU+05D0a (vid) A | φεροντες 2°] φεροντας BᵃᵇU+05D0a (vid) A)

211
πρᾶσιν πωλοῦντες ἐν τῷ σαββάτῳ τοῖς υἱοῖς Ἰούδα καὶ ἐν Ἰερου- [*](B) σαλήμ.

καὶ ἐμαχεσάμην τοῖς υἱοῖς Ἰούδα τοῖς ἐλευθέροις καὶ εἶπα αὐτοῖς Τίς ὁ λόγος ὁ πονηρὸς οὗτος ὃν ὑμεῖς ποιεῖτε, καὶ βεβηλοῦτε τὴν ἡμέραν τοῦ σαββάτου ;

οὐχὶ οὕτως ἐποίησαν οἱ πατέρες ὑμῶν, καὶ ἤνεγκεν ἐπʼ αὐτοὺς ὁ θεὸς ἡμῶν καὶ ἐφʼ ἡμᾶς πάντα τὰ κακὰ ταῦτα καὶ ἐπὶ τὴν πόλιν ταύτην ; καὶ ὑμεῖς προστίθετε ὀργὴν ἐπὶ Ἰσραήλ, βεβηλῶσαι τὸ σάββατον ;

καὶ ἐγένετο ἡνίκα κατέστησαν πύλαι Ἰερουσαλὴμ πρὸ τοῦ σαββάτου, καὶ ἔκλεισα τὰς πύλας, καὶ εἶπα ὥστε μὴ ἀνοιγῆναι αὐτὰς ὀπίσω τοῦ σαββάτου· καὶ ἔστησα ἐπὶ τὰς πύλας, ὥστε μὴ αἴρειν βαστάγματα ἐν ἡμέρᾳ τοῦ σαββάτου.

καὶ ηὐλίσθησαν πάντες καὶ ἐποίησαν πρᾶσιν ἔξω Ἰερουσαλὴμ ἅπαξ καὶ δίς.