Esdras ii (Ezra et Nehemias in textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

καὶ ἐπεμαρτυράμην ἐν αὐτοῖς καὶ εἶπα πρὸς αὐτούς Διὰ τί ὑμεῖς αὐλίζεσθε ἀπέναντι τοῦ τείχους ; ἐὰν δευτερώσητε, ἐκτενῶ χεῖρά μου ἐν ὑμῖν. ἀπὸ τοῦ καιροῦ ἐκείνου οὐκ ἤλθοσαν ἐν σαββάτῳ.

καὶ εἶπα τοῖς Λευείταις, οἳ ἦσαν καθαριζόμενοι καὶ ἐρχόμενοι φυλάσσοντες τὰς πύλας, ἁγιάζοντες τὴν ἡμέραν τοῦ σαββάτου. πρὸς ταῦτα μνήσθητί μου, ὁ θεός, καὶ φεῖσαί μου κατὰ τὸ πλῆθος τοῦ ἐλέους σου.

Καὶ ἐν ταῖς ἡμέραις ἐκείναις εἶδον τοὺς Ἰουδαίους οἳ ἐκάθισαν γυναῖκας Ἀζωτίας, Ἀμμανείτιδας, Μωαβείτιδας,

καὶ οἱ υἱοὶ αὐτῶν ἥμισυ λαλοῦντες Ἀζωτιστί, καὶ οὐκ εἰσὶν ἐπιγινώσκοντες λαλεῖν Ἰουδαιστί.

καὶ ἐμαχεσάμην μετʼ αὐτῶν καὶ ἐκαταρασάμην αὐτούς· καὶ ἐπάταξα ἐν αὐτοῖς ἄνδυας καὶ ὥρκισα αὐτοὺς ἐν τῷ θεῷ Ἐὰν δῶτε τὰς θυγατέρας ὑμῶν τοῖς υἱοῖς αὐτῶν, καὶ ἐὰν λάβητε ἀπὸ τῶν θυγατέρων αὐτῶν τοῖς υἱοῖς ὑμῶν.

οὐχ οὕτως ἥμαρτεν Σαλωμὼν βασιλεὺς Ἰσραήλ καὶ ἐν ἔθνεσιν πολλοῖς οὐκ ἦν βασιλεὺς ὅμοιος αὐτῷ, καὶ ἀγαπώμενος τῷ θεῷ ἦν, καὶ ἔδωκεν αὐτὸν ὁ θεὸς εἰς βασιλέα ἐπὶ πάντα Ἰσραήλ, καὶ τοῦτον ἐξέκλιναν αἱ γυναῖκες [*](16 om εν 2° U+05D0* (superscr U+05D0a (vid)) A 17 ουτος ο πονηρος U+05D0 18 υμων] U+05D0A ημων U+05D0* (υμ. U+05D0c.a) | τα κακα ταυτα] ταυκατκαταυτα U+05D0* vid (υ 1°, τ 2° ras U+05D0?) | ταυτην] seq in Bᵃ?ᵇ 19 πυλαι] seq λ in U+05D0* (om U+05D0?) | Ιερουσαλημ] pr εν U+05D0A | εκλεισα] ειπα και εκλεισαν U+05D0A | και ειπα] και ει sup ras B¹?a? | οπισω] pr εως U+05D0c.a | και 4°] + εκ των παιδαριων μου U+05D0a(vid)ᵐᵍ | σαββατου 3°] σ sup ras Aᵃ 20 απαξ] pr ӄ U+05D0c.a 21 επεμαρτυραμην] διεμαρτ. U+05D0A | εκτενω] + |την μαχους· εαν δευτερωσητε·| εκτενω A | χειρα] pr την U+05D0A | ουκ U+05D0A] ου B (οδ Bᵇ) 22 Λευιταις U+05D0A | αγιαζοντες] αγιαζειν U+05D0A 23 ιδον A | Αζωτι|δας U+05D0 | Αμμανωτιδας U+05D0* Αμμανιτιδας U+05D0c.a (vid) A | Μωαβιτιδας U+05D0c.a⁽ᵐᵍ⁾A (om Μωαβ. U+05D0*) 24 λαλουντες] λαλου|σειν A | Αζωτιστει A | Ιουδαιστει A + αλλα κατα γλωσσαν λαου| ӄ λαου U+05D0c.a ᵐᵍ inf 25 εκαταρασαμην] κατηρασα μην U+05D0A | αυτους 1°] αυτοις U+05D0*vid | ωρκισα] ενωρκισα A | εαν 1°] αν A | δοτε U+05D0* vid (δωτε U+05D0ᵃ) | υμων 2°] + ӄ εαυτοις U+05D0c.a ⁽ᵐᵍ) 26 om ουτως U+05D0* vid (hab U+05D0c.a (ᵐᵍ)) | πολλοις] pr τοις U+05D0c.a | τω θεω] om τω A)

212
[*](B) αἱ ἀλλότριαι.

καὶ ὑμῶν μὴ ἀκουσόμεθα ποιῆσαι πᾶσαν πονηρίαν ταύτην, ἀσυνθετῆσαι ἐν τῷ θεῷ ἡμῶν, καθίσαι γυναῖκας ἀλλοτρίας.

καὶ ἀπὸ υἱῶν Ἰωαδὰ τοῦ Ἐλεισοὺβ τοῦ ἱερέως τοῦ μεγάλου νυμφίου τοῦ Σαναβαλλάτ· καὶ ἐξέβρασα αὐτοὺς ἀπʼ ἐμοῦ.

μνήσθητι αὐτοῖς ὁ θεὸς ἐπὶ ἀγχιστείᾳ τῆς ἱερατείας καὶ διαθήκης τῆς ἱερατείας καὶ τοὺς Λευείτας.

καὶ ἐκαθάρισα αὐτοὺς ἀπὸ πάσης ἀλλοτριώσεως, καὶ ἔστησα ἐφημερίας τοῖς ἱερεῦσιν καὶ τοῖς Λευείταις, ἀνὴρ ὡς τὸ ἔργον αὐτοῦ,

καὶ τὸ δῶρον τῶν ξυλοφόραων ἐν καιροῖς ἀπὸ χρόνων καὶ ἐν τοῖς βακχουρίοις. μνήσθητί μου ὁ θεὸς ἡμῶν εἰς ἀγαθωσύνην.