Esdras ii (Ezra et Nehemias in textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

καὶ ἐν ἡμέραις Ἰωακεὶμ ἀδελφοὶ αὐτοῦ οἱ ἱερεῖς καὶ οἱ ἄρχοντες τῶν πατριῶν· τῷ Σαραια Μαρεά, τῷ Ἰερεμιά,

τῷ Ἔσρᾳ Μεσουλάμ, τῷ Ἀμαρειὰ Ἰωανάν,

τῷ Μαλούχ.

οἱ Λευεῖται ἐν ἡμέραις Ἐλιασείβ, Ἰωαδὰ καὶ Ἰωὰ καὶ Ἰωανὰν καὶ Ἰαδού, γεγραμμένοι ἄρχοντες πατριῶν, καὶ οἱ ἱερεῖς ἐν βασιλείᾳ Δαρείου τοῦ Πέρσου·

υἱοὶ Λευεὶ ἄρχοντες τῶν πατριῶν γεγραμμένοι ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν καὶ ἕως ἡμερῶν Ἰωανὰν υἱοῦ Ἐλεισοῦε.

καὶ ἄρχοντες τῶν Λευειτῶν· Ἀβιὰ καὶ Σαραβιὰ καὶ Ἰησού, καὶ υἱοὶ Καδμιὴλ καὶ οἱ ἀδελφοὶ αὐτῶν κατεναντίον αὐτῶν εἰς ὑμνεῖν, αἰνεῖν, ἐντολῇ Δαυεὶδ ἀνθρώπου τοῦ θεοῦ, ἐφημερία πρὸς ἐφημερίαν,

ἐν τῷ συναγαγεῖν με τοὺς πυλωροὺς