Esdras ii (Ezra et Nehemias in textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

υἱοὶ Σαφατειά, υἱοὶ Ἀτειά, υἱοὶ Ἀσεβωείν, υἱοὶ Τμεί

πάντες οἱ Ναθεινὶν καὶ υἱοὶ Ἀσεδησελμὰ τοβ

καὶ οὗτοι οἱ ἀναβάντες ἀπὸ ἡερμέλεθ, ααρησά, Καρούς, Ἠδαν, Ἐμήρ· καὶ οὐκ ἡδυνάσθησαν ἀναγγεῖλαι οἶκον πατριᾶς αὐτῶν καὶ σπέρμα αὐτῶν εἰ ἐν Ἰσραὴλ εἰσίν·

υἱοὶ Λαχεά, υἱοὶ Βουά, υἱοὶ Γωβειά, υἱοὶ Nεκωδά, ἑξακόσιοι πεντήκοντα δύο.

καὶ ἀπὸ τῶν υἱῶν τῶν ἱερέων υἰρὶ Λαβειά, υἱοὶ Ἀκούς, υἱοὶ ΖαρβελθεΊ, ὅς ἔλαβεν ἀπὸ θυγατέρων Βερζελλαεὶ τοῦ Γαλααδείτου γυναῖκα καὶ ἐκλήθη ἐν ὀνόματι αὐτῶν·

οὖτοι ἐζήτησαν γραφὴν αὐτῶν οἱ μεθωεσείμ, καὶ οὐχ εὑρέθησαν, καὶ ἠγχιστεύθησαν ἀπὸ τῆς ἱερατείας.

καὶ εἶπεν Ἁθερσαὰ αὐτοῖς τοῦ μὴ φαγεῖν ἀπὸ τοῦ ἁγίου τῶν ἁγίων ἕως ἀναστῇ ἱερεὺς τοῖς φωτίζουσιν καὶ τοῖς τελείοις.