Esdras ii (Ezra et Nehemias in textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

Μᾶσα δὲ ἡ ἐκκλησία ὡσεὶ τέσσαρες μυριάδες δισχίλιοι τριακόσιοι ἐξήκοντα,

χωρὶς δούλων αὐτῶν παιδισκῶν, οὖτοι ἑπτακισχίλιοι τριακόσιοι τριάκοντα τέσσαρες· καὶ οὗτοι ἄδοντες καὶ ᾠδαὶ διακόσιοι.

ἵπτ ποι αὐτῶν ἑπτακόσιοι τριάκοντα καὶ ἡμίονοι αὐτῶν διακόσιοι τεσσεράκοντα πέντη.

κά. μηλοι αὐτῶν τετρακόσιοι τριάκοντα πέντε· ὄνοι αὐτῶν ἑπτακόσιοι εἶκοσι.

Καὶ ἀπὸ ἀρχόντων πατριῶν ἐν τῷ ἐλθεῖν αὐτοὺς εἰς οἶκον Κυρίου τὸν ἐν Ἰερουσαλὴμ ἡκουσιάσαντο εἰς οἶκον τοῦ θεοῦ τοῦ στῆσαι αὐτὸν ἐπὶ τὴν ἑτοιμασίαν αὐτοῦ·

ὡς ἡ δύναμις αὐτῶν, ἔδωκαν εἰς θησαυρὸν τοῦ ἔργου χρυσίον καθαρόν· μναῖ ἓξ μυριάδες καὶ χίλιαι, καὶ ἀργυρίου μναῖ πεντακισχίλιαι, καὶ κοθωνοὶ τῶν ἱερέων ἑκατόν.

καὶ ἐκάθισαν οἱ ἱερεῖς καὶ οἱ Λευεῖται καὶ ἀπὸ τοῦ λαοῦ καὶ οἱ ἄδοντες καὶ οἱ πυλωροὶ καὶ οἱ ανιεὶμ ἐν πόλεσιν αὐτῶν, καὶ πᾶς Ἰσραὴλ ἐν πόλεσιν αὐτῶν.