Esdras ii (Ezra et Nehemias in textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

καὶ εἶπεν Ἰούδας Συνετρίβη ἡ ἰσχὺς τῶν ἐχθρῶν, καὶ ὄχλος πολύς, καὶ ἡμεῖς οὐ δυνησόμεθα οἰκοδομεῖν ἐν τῷ τείχει. ¹¹καὶ εἶπαν οἱ θλίβοντες ἡμᾶς Οὐ γνώσονται καὶ οὐκ ὄψονται ἕως ὅτου ἔλθωμεν εἰς μέσον αὐτῶν καὶ φονεύσωμεν αὐτοὺς καὶ καταπαύσωμεν τὸ ἔργον.

καὶ ἐγένετο ὡς ἤλθοσαν οἱ Ἰουδαῖοι οἱ οἰκοῦντες ἐχόμενα αὐτῶν, καὶ εἵποσαν ἡμῖν Ἀναβαίνουσιν ἐκ πάντων τῶν τόπων ἐφʼ ἡμᾶς·

καὶ ἔστησα εἰς τὰ κατώτατα τοῦ τόπου κατόπισθεν [*](U+05D0A) [*](31 Μελχια A | Σαραφει] Σεραφειν U+05D0 Σαρεφι A | Βηθαναθειμ] Βηθανα- θιω U+05D0*vid του Bηθαναθι U+05D0c.a Βηθανναθινιμ A | ροποπωλαι U+05D0c.a vidA (item 32) | Μαφεκαδ] Μαφεθαδ U+05D0 | ανα μεσον] αναβασεως U+05D0A 32 αναβασεως] pr της U+05D0c.a (superscr) om A XIV 1 Σαναβαλλατ A | οτι + ο U+05D0* (improb U+05D0?) | αυτω εφανη] ην αυτω U+05D0A 3 Τωβις U+05D0* (α superscr U+05D0c.a) | Αμμανιτης U+05D0A | αυτοι U+05D0*vid (αυτου U+05D0?) | ειπεν U+05D0 5 αυτους] αυτοις A | μυκτηρισμον] ονειδισμον U+05D0c.a mg 6 ανομια U+05D0 7 Σαναβαλατ U+05D0 | Αμμανιται U+05D0 + ӄ οι Αζωτιοι U+05D0c.amg inf | η φυη] om η U+05D0 8 παραταξασθαι] pr και A | εν] εις U+05D0 10 οχλος BU+05D0* (υ superscr U+05D0c.a)] ο χους A | om ημεις U+05D0* (hab U+05D0c.a mg) 11 om ου U+05D0* (superscr U+05D0c.a) 12 οι οικουντες] om οι U+05D0* (superscr U+05D0c.a) | ειποσαν] ειπον A | om παντων U+05D0* (hab U+05D0c.a mg) | τοπων] + επιστρεlψετε U+05D0c.a (mg) (seq ras 6 fere litt in U+05D0) παντων (sic) A | εφ ημας] εφ ημερας U+05D0*vid (εις ημας U+05D0c.b) 13 εστησαν U+05D0 (bis))

189
τοῦ τείχους ἐν τοῖς σκεπεινοῖς, καὶ ἔστησα τὸν λαὸν [*](B) κατὰ δήμους μετὰ ῥομφαιῶν αὐτῶν, λόγχας αὐτῶν καὶ τόξα αὐτῶν.

καὶ εἶδον, καὶ ἀνέστην καὶ εἶπα πρὸς τοὺς ἐντίμους καὶ πρὸς τοὺς καταλοίπους τοῦ λαοῦ Μὴ φοβηθῆτε ἀπὸ προσώπου αὐτῶν· μνήσθητε τοῦ θεοῦ ἡμῶν τοῦ μεγάλου καὶ φοβεροῦ, καὶ παρατάξασθε περὶ τῶν ἀδελφῶν ὑμῶν, υἱῶν ὑμῶν, θυγατέ- ρων ὑμῶν, γυναικῶν ὑμῶν καὶ οἴκων ὑμῶν.

καὶ ἐγένετο ἡνίκα ἤκουσαν οἱ ἐχθροὶ ἡμῶν ὅτι ἐγνώσθη ἡμῖν, καὶ διεσκέδασεν ὁ θεὸς τὴν βουλὴν αὐτῶν· καὶ ἐπεστρέψαμεν πάντες ἡμεῖς εἰς τὸ τεῖχος, ἀνὴρ εἰς τὸ ἔργον αὐτοῦ.

καὶ ἐγένετο ἀπὸ τῆς ἡμέρας ἐκείνης ἥμισυ τῶν ἐκτετιναγμένων ἐποίουν τὸ ἔργον, καὶ ἥμισυ αὐτῶν ἀντείχοντο, καὶ λόγχαι καὶ θυρεοὶ καὶ τὰ τόξα καὶ οἱ θώρακες καὶ οἱ ἄρχοντες ὀπίσω παντὸς οἴκου Ἰούδα

τῶν οἰκοδομούντων ἐν τῷ τείχει. καὶ οἱ αἴροντες ἐν τοῖς ἀρτῆρσιν ἐν ὅπλοις· ἐν μιᾷ χειρὶ ἐποίει αὐτὸ τὸ ἔργον, καὶ μιᾷ ἐκράτει τὴν βολίδα.

καὶ οἰκοδόμοι, ἀνὴρ ῥομφαίαν αὐτοῦ ἐζωσμένος ἐπὶ ὀσφὺν αὐτοῦ, καὶ οἰκοδομοῦσαν· καὶ ὁ σαλπίζων ἐν τῇ κερατίνῃ ἐχόμενα αὐτοῦ.

καὶ εἶπα πρὸς τοὺς ἐντίμους καὶ πρὸς τοὺς ἄρχοντας καὶ πρὸς τοὺς καταλοίπους τοῦ λαοῦ Τὸ ἔργον πλατὺ καὶ πολύ, καὶ ἡμεῖς σκορπιζόμεθα ἐπὶ τοῦ τείχους μακρὰν ἀνὴρ ἀπὸ τοῦ ἀδελφοῦ αὐτοῦ.

ἐν τόπῳ οὗ ἐὰν ἀκούσητε τὴν φωνὴν τῆς κερατίνης, ἐκεῖ συναχθήσεσθε πρὸς ἡμᾶς, καὶ ὁ θεὸς ἡμῶν πολεμήσει περὶ ἡμῶν.

καὶ ἡμεῖς ποιοῦντες τὸ ἔργον, καὶ ἥμισυ αὐτῶν κρατοῦντες τὰς λόγχας ἀπὸ ἀναβάσεως ἕως τοῦ ὄρθρου, ἕως ἐξόδου τῶν ἄστρων.

καὶ ἐν τῷ καιρῷ ἐκείνῳ εἶπα τῷ λαῷ Αὐλίσθητε ἐν μέσῳ Ἰερουσαλήμ, καὶ ἔστω ὑμῖν ἡ νὺξ προφυλακή, καὶ ἡ ἡμέρα ἔργον.

καὶ ἤμην ἐγὼ καὶ οἱ ἄνδρες τῆς [*](13 τοις] + δι|ακοσιοι εικοσι U+05D0* (improb U+05D0?) | σκεπεινοις] + οπου ευεπιβατα U+05D0A ην U+05D0* (improb U+05D0?) | αυτων 1°] εαυτων A | τοξα] pr τα U+05D0c.a mg vid | ουτων 3°] εαυτων A*vid (ras ε A?) 14 ιδον A | ανεστη U+05D0* (ν superscr U+05D0c.a) | ειπα] ειπον U+05D0A | και 4°] προς τους στρατηγους ӄ U+05D0c.a (mgg)A | om μη U+05D0*vid (hab U+05D0c.a (mg) | θυγατερων] pr και A | σικων] οικιων U+05D0 15 ηκουσαν] εγνωσαν A 16 εκτετιναγμενων] εκτεταγμενων U+05D0A | αντειχοντο] αντι- χον U+05D0c.a vid | λονχαι A | τα τοξα] το ταξα A 17, αιροντες] διαιροντες U+05D0 | αυτο] αυτου U+05D0c.a (υ 2° superscr) εαυτου A | μια 2°] pr εν U+05D0A | βολιδαν U+05D0* (ν improb U+05D0?) 18 οικοδομοι] pr οι U+05D0A | αυτου 1°] εαυτου A | οσφυν] οσ- φυος U+05D0 pr την A | αυτου 2°] εαυτου U+05D0A | ωκοδομουσαν U+05D0A | αυτου 3°] εαυτου U+05D0 19 αρχοντας] pr ενδοξους U+05D0* (improb U+05D0?) 20 συναχθησεσθαι U+05D0A | πολεμη- σει] + το εργον U+05D0* (improb U+05D0?) 21 ημεις] ημις U+05D0 ημισυ A | κρατουντες] pr οι U+05D0 | om εως 1° B1?a?bU+05D0A)

190
[*](B) προφυλακῆς ὀπίσω μου, καὶ οὐκ ἦν ἐξ ἡμῶν ἐκδιδυσκόμενος ἀνὴρ τὰ ἱμάτια αὐτοῦ.

Καὶ ἦν κραυγὴ τοῦ λαοῦ καὶ γυναικῶν αὐτῶν μεγάλη πρὸς τοὺς ἀδελφοὺς αὐτῶν τοὺς Ἰουδαίους.

καὶ ἦσάν τινες λέγοντες Ἐν υἱοῖς ἡμῶν καὶ ἐν θυγατράσιν ἡμῶν ἡμεῖς πολλοί· καὶ λημψόμεθα σῖτον, καὶ φαγόμεθα καὶ ζησόμεθα.

καὶ εἰσίν τινες λέγοντες Ἀγροὶ ἡμῶν καὶ ἀμπελῶνες ἡμῶν καὶ οἰκίαι ἡμῶν, ἡμεῖς διεγγυῶμεν· καὶ λημψόμεθα σῖτον καὶ φαγόμεθα.

καὶ εἰσίν τινες λέγοντες Ἐδανισάμεθα ἀργύριον εἰς φόρους τοῦ βασιλέως, ἀγροὶ ἡμῶν καὶ ἀμπελῶνες ἡμῶν καὶ οἰκίαι ἡμῶν.

νῦν ὡς σὰρξ ἀδελφῶν ἡμῶν σὰρξ ἡμῶν, ὡς υἱοὶ ἡμῶν υἱοὶ αὐτῶν· καὶ ἰδοὺ ἡμεῖς καταδυναστεύομεν τοὺς υἱοὺς ἡμῶν καὶ τὰς θυγατέρας ἡμῶν εἰς δούλας, καὶ εἰσὶν ἀπὸ θυγατέρων ἡμῶν καταδυναστευόμεναι· καὶ οὐκ ἔστιν δύναμις χειρὸς ἡμῶν, καὶ ἀγροὶ ἡμῶν καὶ ἀμπελῶνες ἡμῶν τοῖς ἐντίμοις.

καὶ ἐλυπήθην σφόδρα καθὼς ἤκουσα τὴν κραυγὴν αὐτῶν καὶ τοὺς λόγους τούτους.

καὶ ἐβουλεύσατο καρδία μου ἐπʼ ἐμέ, καὶ ἐμαχεσάμην πρὸς τοὺς ἐντίμους καὶ τοὺς ἄρχοντας καὶ εἶπα αὐτοῖς Ἀπαιτήσει ὁ ἀνὴρ τὸν ἀδελφὸν αὐτοῦ ὑμεῖς ἀπαιτεῖτε· καὶ ἔδωκα ἐπʼ αὐτοὺς ἐκκλησίαν μεγάλην,