Esdras ii (Ezra et Nehemias in textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

καὶ μετʼ αὐτὸν ἐκράτησαν οἱ ἱερεῖς ἄνδρες ἁχεχάρ.

καὶ μετʼ αὐτὸν ἐκράτησεν Βενιαμεὶν καὶ Ἁσοὺβ κατέναντι οἴκου αὐτῶν. μετʼ αὐτὸν ἐκράτησεν Ἀζαριὰ υἱὸς Μαδασὴλ υἱὸς Ἁνανία ἐχόμενα οἴκου αὐτοῦ.

μετʼ αὐτὸν ἐκράτησεν Βανεὶ υἱὸς Ἡναδὰδ μέτρον δεύτερον ἀπὸ Βηθαζαριὰ ἕως τῆς γωνίας καὶ ἕως τῆς καμπῆς.

Φαλὰλ υἱοῦ Εὐεὶ ἐξ ἐναντίας τῆς γωνίας, καὶ ὁ πύργος ὁ ἐξέχων ἐκ τοῦ οἴκου τοῦ βασιλέως ὁ ἀνώτερος ὁ τῆς αὐλῆς τῆς φυλακῆς. καὶ μετʼ αὐτὸν Φαδαιὰ υἱὸς Φορός.

καὶ οἱ Καθεινεὶμ ἧσαν οἰκοῦντες ἐν τῷ Ὦφαλ ἕως κήπου πύλης τοῦ ὕδατος εἰς ἀνατολάς· καὶ ὁ πύργος ἐξέχων.

μετʼ αὐτὸν ἐκράτησαν οἱ Θεκωεὶν μέτρον δεύτερον ἐξ ἐναντίας τοῦ πύργου τοῦ μεγάλου τοῦ ἐξέχοντος καὶ ἕως τοῦ τείχους Ὄφοαλ.

ἀνώτερον πύλης τῶν ἵππων ἐκράτησαν οἱ ἱερεῖς, ἀνὴρ ἐξ ἐναντίας οἴκου αὐτοῦ.

μετʼ αὐτὸν Σαδδοὺκ υἱὸς Ἐμμὴρ ἐξ ἐναντίας οἴκου αὐτοῦ. καὶ μετʼ αὐτὸν ἐκράτησεν Σαμαιὰ υἱὸς Ἐχενιά, ὁ φύλαξ οἴκου τῆς ἀνατολῆς.

μετʼ αὐτὸν ἐκράτησεν Ἁνανίὰ υἱὸς Τελεμιὰ καὶ Ἁνοὺμ υἱὸς Σελὲ ἕκτος μέτρον δεύτερον. μετʼ αὐτὸν ἐκράτησεν Μεσουλὰμ υἱὸς Βαρχειὰ ἐξ ἐναντίας γαζοφυλακίου [*](18 Βεδει] Βεζερ U+05D0 Βενει A | Ηναδαδ A 19 Αζορ U+05D0* (Αζουρ U+05D0c.a) | U+05D0A Μασφε] Μαμφε U+05D0 | της γωνιας] om της A 20 μετ] pr και A | αυτουl U+05D0* (αυτο| U+05D0?vid) | Ζαβρου U+05D0 | Bηθελισουβ] Βηθαιλισουβ U+05D0 Bηθελει·| Ασσουβ A 21 Ουρεια] Σουρια U+05D0 Ουρια A | Ακωβ Ακκως U+05D0A | μετρος A | om θυρας U+05D0? Βηθελισουβ] Βηθαιλεισου U+05D0 Βηθελησουβας A | εκλειψεως] εκλιψεως U+05D0 εκθλι- ψεως A | Βηθελεισουβ] Βηθαιλεισουβ U+05D0 Βηθελιασουβ A 22 αχεχαρ] χεχαρ U+05D0 αχχεχξαρ A 23 Σουβ U+05D0* Ασουβ U+05D0¹ (A superscr) | ουτων] ων sup ras Aᵃ? | μετ 2°] pr και U+05D0 | Μαδασηλ] Μαασιου A | υιος 2°] υιου U+05D0* (υιος U+05D0c.a) A 24 μετ] pr και U+05D0 | Βηθαζαρεια U+05D0 25 Φαλαλ] Φαλακ U+05D0 Φαλαξ A | Ευει] Ευζαι A 26 Καθεινειμ] Ναθεινιμ U+05D0 Ναθινειμ A | εωςl κηπου πυλης εν τω Ωφαλ U+05D0 | εξεχων] pr ο U+05D0A 27 Θεκωειμ A | του 2°] το sup ras A¹ | Οφοαλ] του Οφλα U+05D0 του Σοφλα A 28 αυτου] εαυτου U+05D0 pr μετ A 29 μετ αυτον 1°] + εκρατησεν Bab (superscr) U+05D0A | Σαδουχ U+05D0 | αυτου] εαυτου U+05D0A | Σαμαια] Σεμεια U+05D0 | Εχενια] Σεχενια U+05D0A | ο φυλαξ οικου] φυλαξ της πυλης U+05D0A 30 Τελεμια...Σελε] Τελεμιας·| και Ανουμ υιος| Τελεμια· και Τελε|μιας υιος Σαλεφ᾿ U+05D0 |Σεεμια· και Ανωμʼ· υιος Σελεφʼ· A | εκτος] pr ο U+05D0c.a vid (φ ο| εκτο U+05D0c.a) A | μετ 2°] pr και U+05D0 | Bαρχεια] Βαρια A | γαζζοφυλακειου (sic) U+05D0)

188
[*](B) αὐτοῦ.

μετʼ αὐτὸν ἐκράτησεν Μελχειὰ υἱὸς τοῦ Σαραφεὶ ἕως Βηθαναθείμ, καὶ οἱ ῥοβοπῶλαι ἀπέναντι πύλης τοῦ Μαφεκὰδ καὶ ἕως ἀνὰ μέσον τῆς καμπῆς.

καὶ ἀνὰ μέσον ἀναβάσεως τῆς πύλης τῆς προβατικῆς ἐκράτησαν οἱ χαλκεῖς καὶ οἱ ῥοβοπῶλαι.

ἐγένετο ἡνίκα ἤκουσεν Ἀναβαλλὰτ ὅτι ἡμεῖς οἰκοδομοῦμεν τὸ τεῖχος, καὶ πονηρὸν αὐτῷ ἐφάνη, καὶ ὠργίσθη ἐπὶ πολύ, καὶ ἐξεγέλα ἐπὶ τοῖς Ἰουδαίοις.

καὶ εἶπεν ἐνώπιον τῶν ἀδελφῶν αὐτοῦ Αὕτη ἡ δύναμις Σομορών, ὅτι οἱ Ἰουδαῖοι οὗτοι οἰκοδομοῦσιν τὴν ἑαυτῶν πόλιν ;

καὶ Τωβίας ὁ Ἀμμανείτης ἐχόμενα αὐτοῦ ἦλθεν· καὶ εἶπαν πρὸς ἑαυτοὺς Μὴ θυσιάσουσιν ἢ φάγονται ἐπὶ τοῦ τόπου αὐτῶν ; οὐχὶ ἀναβήσεται ἀλώπηξ καὶ καθελεῖ τὸ τεῖχος λίθων αὐτῶν ;

ἄκουσον ὁ θεὸς ἡμῶν, ὅτι ἐγενήθημεν εἰς μυκτηρισμόν,

καὶ ἐπίστρεψον ὀνειδισμὸν αὐτῶν εἰς κεφαλὴν αὐτῶν, καὶ δὸς αὐτοὺς εἰς μυκτηρισμὸν ἐν γῇ αἰχμαλωσίας.

καὶ μὴ καλύψῃς ἐπὶ ἀνομίαν.

Καὶ ἐγένετο ὡς ἤκουσεν Σαναβαλλὰτ καὶ Τωβιὰ καὶ οἱ Ἄραβες καὶ οἱ Ἀμμανεῖται ὅτι ἀνέβη ἡ φυὴ τοῖς τείχεσιν Ἰερουσαλήμ, ὅτι ἤρξαντο αἱ διασφαγαὶ ἀναφράσσεσθαι, καὶ πονηρὸν αὐτοῖς ἐφάνη σφόδρα.

καὶ συνήχθησαν πάντες ἐπὶ τὸ αὐτὸ ἐλθεῖν παρατάξασθαι ἐν Ἰερουσαλήμ.

καὶ προσηυξάμεθα πρὸς τὸν θεὸν ἡμῶν, καὶ ἐστήσαμεν προφύλακας ἐπʼ αὐτοὺς ἡμέρας καὶ νυκτὸς ἀπὸ προσώπου αὐτῶν.