Esdras ii (Ezra et Nehemias in textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

τὴν πύλην τῆς φάραγγος ἐκράτησαν Ἁνοὺν καὶ οἱ κατοικοῦντες Ζανώ· αὐτοὶ ᾠκοδόμησαν αὐτήν, καὶ ἔστησαν θύρας αὐτῆς καὶ κλεῖθρα αὐτῆς καὶ μοχλοὺς αὐτῆς, καὶ χιλίους πήχεις ἐν τῷ τείχει ἕως πύλης τῆς κοπρίας.

καὶ τὴν πύλην τῆς κοπρίας ἐκράτησεν Μελχειὰ υἱὸς Ῥηχάβ, ἄρχων περιχώρου Βηθαχάμ, αὐτὸς καὶ οἱ υἱοὶ αὐτοῦ· καὶ ἐσκέπασαν αὐτήν, καὶ ἔστησαν θύρας αὐτῆς καὶ κλεῖθρα αὐτῆς καὶ μοχλοὺς αὐτῆς.

καὶ τὸ τεῖχος κολυμβήθρας τῶν κωδίων τῇ κουρᾷ τοῦ βασιλέως. καὶ ἔως τῶν κλιμάκων τῶν καταβαινουσῶν ἀπὸ πόλεως Δαυείδ.

ὀπίσω αὐτοῦ ἐκράτησεν Νεεμίας υἱὸς Ἀζαβούχ, ἄρχων περιχώρου Βησόρ, ἕως κήπου τάφου Δαυεὶδ καὶ ἕως τῆς κολυμβήθρας τῆς γεγονυίας καὶ ἕως Βηθαβαρείμ.

ὀπίσω αὐτοῦ ἐκράτησαν οἱ Λευεῖται, Βασοὺθ υἱὸς Βανεί. ἐπὶ χεῖρα αὐτοῦ ἐκράτησεν Ἁσαβά, ἄρχων ἡμίσους περιχώρου Κεειλά, τῷ περιχώρῳ αὐτοῦ.

μετʼ αὐτὸν ἐκράτησαν [*](U+05D0A) [*](6 Βαδια] Αβδεια U+05D0 Βασω·| Δια· Avid | om και κλειθρα...αυτης 3° A | κλειθρα] pr τα U+05D0c.a 8 επι χειρα] επει|ρα A | εκρατησεν U+05D0A | Ιωακειμ Ρωκεειμ A | κατελειπον A | τειχους] pr του U+05D0A | πλατεως] πλαταιος A 9 αυτων] αυτου U+05D0ᵃ 10 Ιεδαια] Ιεδδεια U+05D0 | Ερωμαθ] Ειωμαθ U+05D0 Ερωμαφ A | om και 2° | οικια A | χειρα αυτου] χειρας ουτων U+05D0* (χειρα αυτου U+05D0c.a) | Ατουθ] Αυτους A | Ασβαναμ] Ασβανεαμ Bab (vid) Ασβενεαμ U+05D0 Ασβανια A 11 δευτερος] δ sup ras Aᵃ | Μελχεια U+05D0 | υιος 1°] pr ο U+05D0 | Ηραμ] Ηρμα A | Φααβμωαβ (μ sup ras Bᵃᵇ)] Φααθμωαβ A | ναθουρειμ| θαννουρειμ A 12 Σαλουμ] Οαλουμ U+05D0 Σαλλουμ A | Ηλεια] Αλλωης A | αυτου 2°] ου sup ras A? 13 φαραγγος·| εκρατησαν A | θυρας] pr τας U+05D0 | μοχλου U+05D0 | χιλιοι U+05D0* (χιλιους U+05D0c.a) | τειχει] τειχ A (seq ras 2 litt) | εως] ως U+05D0* (ε superscr U+05D0c.a) | πυλης] pr της U+05D0*A 14 Bηθαχαμ] Bηθακαμ U+05D0 Βηθαχχαρμα A | μοχλου A* (ς superscr Aa?) 15 κολυμβηθρα Bb vidU+05D0* (ς superscr U+05D0c.a) | om κωδιων U+05D0* (hab κωλιων U+05D0c.a mg) + θε|του Σιλωαμ U+05D0 16 Νεεμειας U+05D0 | Αζαβουχ] Αζαβου U+05D0 Αζβουχ A | περιχωρου] pr ημισους U+05D0c.a mg | Βησορ] Βηθʼσουρ A | Βηθαβαρειμ Βηθ᾿ αγγαρειμ U+05D0* Βηθ᾿ αγγαβαρειμ U+05D0c.a (superscr βα) Βηθθαγααρεμ A 17 Λευιται U+05D0A | Βασουθ] Ραουμ U+05D0Α | Βανει] Βαανει U+05D0 | Κεειλα] Καιει|λα U+05D0 | περιχωρω U+05D0* (περιχωρου U+05D0c.a) | περιχωρου B)

187
ἀδελφοὶ αὐτῶν Βεδεὶ υἱὸς Ἡναδαλάτ, ἄρχων ἡμίσους περιχώρου [*](B) Κεειλά.

καὶ ἐκράτησεν ἐπὶ χεῖρα αὐτοῦ Ἄζουρ υἱὸς Ἰησοῦ, ἄρχων τοῦ Μασφέ, μέτρον δεύτερον πύργου ἀναβάσεως τῆς συναπτούσης τῆς γωνίας.

μετʼ αὐτὸν ἐκράτησεν Βαροὺχ υἱὸς Ζαβοὺ μέτρον δεύτερον ἀπὸ τῆς γωνίας ἕως θύρας Βηθελισοὺβ τοῦ ἱερέως τοῦ μεγάλου.

μετʼ αὐτὸν ἐκράτησεν Μεραμὼθ υἱὸς Οὐρεία υἱρῦ Ἁκὼβ μέτρον δεύτερον ἀπὸ θύρας Βηθελισοὺβ ἕως ἐκλείψεως Βηθελεισούβ.

καὶ μετʼ αὐτὸν ἐκράτησαν οἱ ἱερεῖς ἄνδρες ἁχεχάρ.

καὶ μετʼ αὐτὸν ἐκράτησεν Βενιαμεὶν καὶ Ἁσοὺβ κατέναντι οἴκου αὐτῶν. μετʼ αὐτὸν ἐκράτησεν Ἀζαριὰ υἱὸς Μαδασὴλ υἱὸς Ἁνανία ἐχόμενα οἴκου αὐτοῦ.

μετʼ αὐτὸν ἐκράτησεν Βανεὶ υἱὸς Ἡναδὰδ μέτρον δεύτερον ἀπὸ Βηθαζαριὰ ἕως τῆς γωνίας καὶ ἕως τῆς καμπῆς.

Φαλὰλ υἱοῦ Εὐεὶ ἐξ ἐναντίας τῆς γωνίας, καὶ ὁ πύργος ὁ ἐξέχων ἐκ τοῦ οἴκου τοῦ βασιλέως ὁ ἀνώτερος ὁ τῆς αὐλῆς τῆς φυλακῆς. καὶ μετʼ αὐτὸν Φαδαιὰ υἱὸς Φορός.

καὶ οἱ Καθεινεὶμ ἧσαν οἰκοῦντες ἐν τῷ Ὦφαλ ἕως κήπου πύλης τοῦ ὕδατος εἰς ἀνατολάς· καὶ ὁ πύργος ἐξέχων.

μετʼ αὐτὸν ἐκράτησαν οἱ Θεκωεὶν μέτρον δεύτερον ἐξ ἐναντίας τοῦ πύργου τοῦ μεγάλου τοῦ ἐξέχοντος καὶ ἕως τοῦ τείχους Ὄφοαλ.

ἀνώτερον πύλης τῶν ἵππων ἐκράτησαν οἱ ἱερεῖς, ἀνὴρ ἐξ ἐναντίας οἴκου αὐτοῦ.

μετʼ αὐτὸν Σαδδοὺκ υἱὸς Ἐμμὴρ ἐξ ἐναντίας οἴκου αὐτοῦ. καὶ μετʼ αὐτὸν ἐκράτησεν Σαμαιὰ υἱὸς Ἐχενιά, ὁ φύλαξ οἴκου τῆς ἀνατολῆς.

μετʼ αὐτὸν ἐκράτησεν Ἁνανίὰ υἱὸς Τελεμιὰ καὶ Ἁνοὺμ υἱὸς Σελὲ ἕκτος μέτρον δεύτερον. μετʼ αὐτὸν ἐκράτησεν Μεσουλὰμ υἱὸς Βαρχειὰ ἐξ ἐναντίας γαζοφυλακίου [*](18 Βεδει] Βεζερ U+05D0 Βενει A | Ηναδαδ A 19 Αζορ U+05D0* (Αζουρ U+05D0c.a) | U+05D0A Μασφε] Μαμφε U+05D0 | της γωνιας] om της A 20 μετ] pr και A | αυτουl U+05D0* (αυτο| U+05D0?vid) | Ζαβρου U+05D0 | Bηθελισουβ] Βηθαιλισουβ U+05D0 Bηθελει·| Ασσουβ A 21 Ουρεια] Σουρια U+05D0 Ουρια A | Ακωβ Ακκως U+05D0A | μετρος A | om θυρας U+05D0? Βηθελισουβ] Βηθαιλεισου U+05D0 Βηθελησουβας A | εκλειψεως] εκλιψεως U+05D0 εκθλι- ψεως A | Βηθελεισουβ] Βηθαιλεισουβ U+05D0 Βηθελιασουβ A 22 αχεχαρ] χεχαρ U+05D0 αχχεχξαρ A 23 Σουβ U+05D0* Ασουβ U+05D0¹ (A superscr) | ουτων] ων sup ras Aᵃ? | μετ 2°] pr και U+05D0 | Μαδασηλ] Μαασιου A | υιος 2°] υιου U+05D0* (υιος U+05D0c.a) A 24 μετ] pr και U+05D0 | Βηθαζαρεια U+05D0 25 Φαλαλ] Φαλακ U+05D0 Φαλαξ A | Ευει] Ευζαι A 26 Καθεινειμ] Ναθεινιμ U+05D0 Ναθινειμ A | εωςl κηπου πυλης εν τω Ωφαλ U+05D0 | εξεχων] pr ο U+05D0A 27 Θεκωειμ A | του 2°] το sup ras A¹ | Οφοαλ] του Οφλα U+05D0 του Σοφλα A 28 αυτου] εαυτου U+05D0 pr μετ A 29 μετ αυτον 1°] + εκρατησεν Bab (superscr) U+05D0A | Σαδουχ U+05D0 | αυτου] εαυτου U+05D0A | Σαμαια] Σεμεια U+05D0 | Εχενια] Σεχενια U+05D0A | ο φυλαξ οικου] φυλαξ της πυλης U+05D0A 30 Τελεμια...Σελε] Τελεμιας·| και Ανουμ υιος| Τελεμια· και Τελε|μιας υιος Σαλεφ᾿ U+05D0 |Σεεμια· και Ανωμʼ· υιος Σελεφʼ· A | εκτος] pr ο U+05D0c.a vid (φ ο| εκτο U+05D0c.a) A | μετ 2°] pr και U+05D0 | Bαρχεια] Βαρια A | γαζζοφυλακειου (sic) U+05D0)

188
[*](B) αὐτοῦ.

μετʼ αὐτὸν ἐκράτησεν Μελχειὰ υἱὸς τοῦ Σαραφεὶ ἕως Βηθαναθείμ, καὶ οἱ ῥοβοπῶλαι ἀπέναντι πύλης τοῦ Μαφεκὰδ καὶ ἕως ἀνὰ μέσον τῆς καμπῆς.

καὶ ἀνὰ μέσον ἀναβάσεως τῆς πύλης τῆς προβατικῆς ἐκράτησαν οἱ χαλκεῖς καὶ οἱ ῥοβοπῶλαι.