Esdras ii (Ezra et Nehemias in textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

καὶ ἀνέστην νυκτὸς ἐγὼ καὶ ἄνδρες ὀλίγοι μετʼ ἐμοῦ, καὶ οὐκ ἀπήγγειλα ἀνθρώπῳ τί ὁ θεὸς δίδωσιν εἰς καρδίαν μου τοῦ ποιῆσαι μετὰ τοῦ Ἰσραήλ, καὶ κτῆνος οὐκ ἔστιν μετʼ ἐμοῦ εἰ μὴ τὸ κτῆνος ᾧ ἐγὼ ἐπιβαίνω ἐπʼ αὐτῷ.

καὶ ἐξῆλθον ἐν πύλῃ τοῦ γωληλὰ καὶ πρὸς στόμα πηγῆς τῶν συκῶν καὶ εἰς πύλην τῆς κοπρίας· καὶ ἤμην συντρίβων ἐν τῷ τείχει Ἰερουσαλὴμ ὃ αὐτοὶ καθαιροῦσιν, καὶ πύλαι αὐτῆς κατεβρώθησαν πυρί.

καὶ παρῆλθον ἐπὶ πύλην τοῦ Αἰνὰ καὶ εἰς κολυμβήθραν τοῦ βασιλέως, καὶ οὐκ ἦν τόπος τῷ κτήνει παρελθεῖν ὑποκάτω μου.

καὶ ἤμην ἀναβαίνων ἐν τῷ τείχει χειμάρρους νυκτός, καὶ ἤμην συντρίβων ἐν τῷ τείχει· καὶ ἤμην ἐν πύλῃ τῆς φάραγγος, καὶ ἐπέστρεψα.

καὶ οἱ φυλάσσοντες οὐκ ἔγνωσαν τί ἐπορεύθην καὶ τί ἐγὼ ποιῶ· καὶ τοῖς Ἰουδαίοις καὶ τοῖς ἱερεῦσιν καὶ τοῖς ἐντίμοις καὶ τοῖς καταλοίποις τοῖς ποιοῦσιν [*](U+05D0Α) [*](6 αυτου] +ινα τι καθησαι παρ εμοι U+05D0c.ᵃ (ras U+05D0c. ᵇ) | εως] pr και U+05D0* (1 U+05D0c.ᵃ) | πορεια] πορια U+05D0 παρου|σια A 7 om ει B* (hab Bᵃb [superscr] U+05D0Α δοτω μοι επιστολας U+05D0Α | εως] + ου U+05D0c.ᵃ (superscr) | Ιουδαν U+05D0A 8 λακα του παραδεισου] τον φυλασσοντα τας ημιονους του βασιλεως και τον πα, δεισον U+05D0c. ᵃ (ras U+05D0c. ᵇ) | μοι] μ sup ras A¹ | πυλας] + της βαρεως του οι U+05D0c.ᵃ(ras U+05D0c.ᵇ) π sup ras A¹ | οικον] pr τον U+05D0 | ον] pr εις U+05D0c.ᵃ (ras U+05D0c.ᵇ) | εις προς U+05D0c.a (superscr) | θεου] + μου U+05D0c.ᵃ (ras U+05D0c. ᵇ) 9 δυναμεως] pr της 10 Σα|ναβαλατ U+05D0 | Αρωνει] pr ο Bᵃᵇ Ανρωνει U+05D0vid ο Αρωνι A + και Τωβι) δουλος Αμμωνει Bᵃᵇᵐᵍ U+05D0 + και Τ. ο δ. ο Αμμωνι A 12 απη|γειλα B | κ διαν] pr την U+05D0 | εστιν] ην U+05D0c.ᵃ (ras U+05D0c.ᵇ) | μετ εμου (2⁰)] +αλλο U+05D0c.ᵃ | ω] 13 γωληλα] + νυκτος U+05D0c.ᵃ (ras U+05D0c.ᵇ) | προστομα BU+05D0A | πυρι] pr εν l 14 Αινα] Αιν A 15 χεμαρρου A | πυλη] pr τη U+05D0 16 τι 1°] U+05D0 | εντιμοις] + και τοις βασιλευσιν U+05D0* + και τοις στρατηγοις U+05D0c.aᵐᵍ sup A | και τοις καταλοιποις U+05D0* (hab U+05D0c.aᵐᵍ sup))

185
τὰ ἔργα ἔως τότε οὐκ ἀπήγγειλα.

καὶ εἶπα πρὸς αὐτοὺς Ὑμεῖς [*](B) βλέπετε τὴν πονηρίαν ἐν ᾗ ἐσμεν ἐν αὐτῇ, πῶς Ἰερουσαλὴμ ἔρημος καὶ αἱ πύλαι αὐτῆς ἐδόθησαν πυρί· δεῦτε καὶ διοικοδομήσωμεν τὸ τεῖχος Ἰερουσαλήμ, καὶ οὐκ ἐσόμεθα ἔτι ὄνειδος.

καὶ ἀπήγγειλα αὐτοῖς τὴν χεῖρα τοῦ θεοῦ ἥ ἐστιν ἀγαθὴ ἐπʼ ἐμέ, καὶ πρὸς λόγους τοῦ βασιλέως σὓς εἶπέν μοι· καὶ εἶπα Ἀναστῶμεν καὶ οἰκοδομήσωμεν. καὶ ἐκραταιώθησαν αἱ χεῖρες αὐτῶν εἰς ἀγαθόν.

καὶ ἤκουσεν Σαναβαλλὰτ ὁ Ἁρωνεὶ καὶ Τωβιὰ ὁ δοῦλος Ἀμμωνεὶ καὶ Γῆσαμ ὁ Ἀραβεί, καὶ ἐξεγέλασαν ἡμᾶς, καὶ ἦλθον ἐφʼ ἡμᾶς καὶ εἶπαν Τί τὸ ῥῆμα τοῦτο ὑμεῖς ποιεῖτε ; ἢ ἐπὶ τὸν βασιλέα ὑμεῖς ἀποστατεῖτε ;

καὶ ἐπέστρεψα αὐτοῖς λόγον καὶ εἶπα αὐτοῖς Ὁ θεὸς τοῦ οὐρανοῦ, αὐτὸς εὐοδώσει ἡμᾶς, καὶ ἡμεῖς δοῦλοι αὐτοῦ καθαροί, καὶ οἰκοδομήσωμεν· καὶ ὑμῖν οὐκ ἔστιν μερὶς καὶ δικαιοσύνη καὶ μνημόσυνον ἐν Ἰερουσαλήμ.

Καὶ ἀνέστη Ἐλεισοὺβ ὁ ἱερεὺς ὁ μέγας καὶ οἱ ἀδελφοὶ αὐτοῦ οἱ ἱερεῖς καὶ ᾠκοδόμησαν τὴν πύλην τὴν προβατικήν· αὐτοὶ ἡγίασαν αὐτήν, καὶ ἔστησαν θύρας αὐτῆς, καὶ ἕως πύργου τῶν ἑκατὸν ἡγίασαν, ἕως πύργου Ἁνανεήλ.

καὶ ἐπὶ χεῖρας ἀνδρῶν υἱῶν Ἰερειχώ, καὶ ἐπὶ χεῖρας υἱῶν Ζαβαοὺρ υἱοῦ Ἀμαρεί.

καὶ τὴν πύλην τὴν ἰχθυηρὰν οἰκοδόμησαν υἱοὶ Ἁσάν· αὐτοὶ ἐστέγασαν αὐτήν, καὶ ἐστέγασαν θύρας αὐτῆς καὶ κλεῖθρα αὐτῆς καὶ μοχλοὺς αὐτῆς.

καὶ ἐπὶ χεῖρα αὐτῶν κατέσχεν ἐπὶ Ῥαμὼθ υἱοῦ Οὐρεία υἱοῦ Ἁκώς. καὶ ἐπὶ χεῖρα αὐτῶν κατέσχεν Σαδὼκ υἱὸς Βαανά.

καὶ ἐπὶ χεῖρα αὐτῶν κατέσχοσαν οἱ Θεκωείν, καὶ ἀδωρηὲμ οὐκ εἰσήνεγκαν τράχηλον αὐτῶν εἰς δουλείαν αὐτῶν.

καὶ τὴν πύλην Ἰσανὰ ἐκράτησαν Ἰοειαὰ υἱὸς [*](16 απηγγειλα] λ sup ras A¹ 17 διωκοδομησωμεν B* (διοικοδ. BᵃᵇA)] U+05D0A διοικοδομησομεν U+05D0 18 εστιν] εστι sup ras A¹ | αγαθα U+05D0* (αγαθη U+05D0c.a) | προς] τους U+05D0A 19 Σαλαβαλ|λατ | Αρωνι A | Τωβεια U+05D0A | ο Αμμωνει ο Αμμωνι A | Αραβι A | ηλθαν U+05D0 | ειπον A | υμεις 1°] pr ο U+05D0c.a vidA 20 ημας] ημιν U+05D0A | οικοδομησομεν U+05D0A | υμιν] ημιν (υ superscr U+05D0c.a) XIII 1 Ελισουβ U+05D0A | ουτων U+05D0* (αυτου U+05D0c.a) | οι ιερεις sup ras Aa | οικοδο- μησαν U+05D0 | αυτοι] in οι ras aliq B? pr και U+05D0* (om U+05D0?) | om αυτην U+05D0 | πυργου 1°] πυργους BU+05D0* (ς improb U+05D0?) | Ανανεηλ] Ναεηλ U+05D0 Αναlμεηλ A 2 υιων ανδρων A | Ιεριχω Bᵇ | Ζαβαουρ Ζαχχουρ U+05D0 Ζακlχουρ A | Αμαρει] Μιαρι A 3 ιχθη- ραν U+05D0* (ιχθυηρ.U+05D0¹) | ωκοδομησαν BᵃᵇU+05D0A | Ασαν] Ασα|ναα U+05D0 Ασανα A | αυτοι] pr και (sup ras) Bᵃᵇ | εστεγασαν 2°] εστη|σαν A | θυρας] pr τας U+05D0 | κλειθρα] pr τα U+05D0c.a (ras U+05D0c.b) 4 χειρα 1°] θυρας U+05D0* χιρας U+05D0c.a vid χειρας A | επι 2°] απο U+05D0A | Ουρια U+05D0Α | Ακως] Ακκως A + και επι χειρα αυτω| κατεσχεν Μοσολ|λαμʼ· υιος Βαραχιου| υιου Μασεζεβηα·] U+05D0 + και επει| χειρα ουτων κατεσχεν Μοσολ- λαμʼ·| υιος Βαραχιου υιου Μασεζειηλ᾿ ·| (ζει sup ras) A | om και 2°...Βαανα A | Σαδουκ U+05D0 5 κατεσχοσαν] κατεσχον A | Θεκωειμ U+05D0A | αδωρην A | ουτων 2°] εαυτων A | δουλιαν U+05D0A 6 Ισανα] του Αισανα U+05D0A | Ιοειαα] υιοι Εδα· U+05D0 Ιοειδα A)

186
[*](B) Φασὲκ καὶ Μεσουλὰμ υἱὸς Βαδιά· αὐτοὶ ἐστέγασαν αὐτήν, καὶ ἔστησαν θύρας αὐτῆς καὶ κλεῖθρα αὐτῆς καὶ μοχλοὺς αὐτῆς.

καὶ ἐπὶ χεῖρα αὐτῶν ἐκράτησαν Ἁνανίας υἱὸς τοῦ Ἰωακείμ, καὶ κατέλιπον Ἰερουσαλὴμ ἕως τείχους τοῦ πλατέως.

καὶ ἐπὶ χεῖρα αὐτῶν ἐκράτησεν Ῥαφαιά, ἄρχων ἡμίσους περιχώρου Ἰερουσαλήμ.

καὶ ἐπὶ χεῖρα αὐτῶν ἐκράτησεν Ἰεδαὰ υἱὸς Ἑρωμάθ, καὶ κατέναντι οἰκίας αὐτοῦ. καὶ ἐπὶ χεῖρα αὐτοῦ ἐκράτησεν Ἁτοὺθ υἱὸς Ἁσβανάμ.

καὶ δεύτερος ἐκράτησεν Μελχείας υἱὸς Ἡρὰμ καὶ Ἁσοὺβ υἱὸς Φααβμωάβ, καὶ ἕως πύργου τῶν ναθουρείμ.

καὶ ἐπὶ χεῖρα αὐτοῦ ἐκράτησεν Σαλοὺμ υἱὸς Ἡλειά, ἄρχων ἡμίσους περιχώρου Ἰερουσαλήμ, αὐτὸς καὶ αἱ θυγατέρες αὐτοῦ.