Esdras ii (Ezra et Nehemias in textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

Ἐζερὴλ καὶ Σελεμιὰ καὶ Σαμαρειὰ

καὶ Σαλούμ, Μαρμά, Ἰωσήφ·

ἀπὸ υἱῶν Ναβού, Ἰαήλ. Θαμαθιά, Σεδέμ, Ζανβινά, Διὰ καὶ Ἰωὴλ καὶ Βαναιά. ⁴⁴πάντες οὗτοι ἐλάβοσαν γυναῖκας ἀλλοτρίας, καὶ ἐγέννησαν ἐξ αὐτῶν υἱούς.

ΛΟΓΟΙ Νεεμία υἱοῦ Χελκειά. Καὶ ἐγένετο ἐν μηνὶ Σεχεηλοὺ ἔτους εἰκοστοῦ καὶ ἐγὼ ἤμην ἐν Σουσὰν ἁβειρά·

καὶ ἦλθεν Ἁνανὶ εἷς ἀπὸ τῶν ἀδελφῶν μου, αὐτὸς καὶ ἄνδρες Ἰούδα, καὶ ἠρώτησα αὐτοὺς περὶ τῶν σωθέντων οἳ κατελίπησαν ἀπὸ τῆς αἰχμαλωσίας καὶ περὶ Ἰερουσαλήμ.

καὶ εἴποσαν πρὸς μέ Οἱ καταλειπόμενοι οἱ καταλειφθέντες ἀπὸ τῆς αἰχμαλωσίας ἐκεῖ ἐν τῇ χώρᾳ, ἐν πόλει, ἐν πονηρίᾳ μεγάλῃ καὶ ἐν ὀνειδισμῷ, καὶ τείχη Ἰερουσαλὴμ καθῃρημένα, καὶ αἱ πύλαι αὐτῆς ἐνεπρήσθησαν ἐν πυρί.

καὶ ἐγένετο ἐν τῷ ἀκοῦσαί με τοὺς λόγους τούτους ἐκάθισα καὶ ἔκλαυσα καὶ ἐπένθησα ἡμέρας, καὶ ἤμην νηστεύων καὶ προσευχόμενος ἐνώπιον θεοῦ τοῦ οὐρανοῦ.

καὶ εἶπα Μὴ δή, Κύριε ὁ θεὸς τοῦ οὐρανοῦ ὁ ἰσχυρὸς ὁ μέγας καὶ φοβερός, φυλάσσων τὴν διαθήκην καὶ τὸ ἔλεός σου τοῖς ἀγαπῶσιν αὐτὸν καὶ τοῖς φυλάσσουσιν τὰς ἐντολὰς αὐτοῦ·

ἔστω δὴ τὸ οὗς σου προσέχον καὶ οἱ ὀφθαλμοίσου ἀνεῳγμένοι τοῦ ἀκοῦσαι προσευχὴν δούλου σου, ἣν ἐγὼ προσεύχομαι ἐνώπιόν σου σήμερον ἡμέραν καὶ νύκτα περὶ υἱῶν Ἰσραὴλ δούλων σου, καὶ ἐξαγορεύων ἐπὶ ἁμαρτίαις υἱῶν Ἰσραὴλ ἂς ἡμάρτομέν [*](U+05D0A) [*](38 υιοι 2⁰] pr οι A | Σεμει A 39 Σελεμεια U+05D0 Σελεμιας A | Αδαια] Αδειαμ Αδαιας A 40 Μαχαδναβου] Αχαδναβου U+05D0 Μαχναδααβου· A | Σαριου] Σαρουε U+05D0 Αρου A 41 Εζερηλ] Εσριηλ U+05D0 Εζριηλ A | Σελεμεια U+05D0 Σελεμιας A | Σαμαρειας A 42 om και A | Σελλουμ A | Μαρια] Αμαριας A 43 Ιαηλ] Ιεειηλ A | Θαμαθια] Μαθθαθιας A | om Σεδεμ A | Ζανβινα] Ζαμβεινα U+05D0 om A | Δια] Ιαδει A X1 1 λογοι] pr εντευθεν τα περι Νεεμιου Bc ᵐᵍ sup | Χελκεια] Αχαλια U+05D0A | Σεχεηλου] Σεχενλου B* vid Σεχεηλ U+05D0* Χεσελευ U+05D0c. α ᵐᵍ Χασεηλου A | ετους] pr τοις| Σουσοις μητρο|πολει ΙΙερσων| U+05D0* (improb U+05D0c.ᵃ) | αβειρρα A 2 Ανανι εις] Ανανεις· U+05D0 | των αδελφων] om των U+05D0A | κατελιπησαν B*vid) κατελιφθησαν BᵃU+05D0 (κατελειφθησαν BᵇA) 3 ειποσαν BU+05D0c.ᵃ] εποιησαν U+05D0* ειπον A | om οι καταλειφθεντες A | εν πολει] εν τη πολει U+05D0 om A | τειχη] pr τα U+05D0c.ᵃ (ras U+05D0cᵇ) | καθειρημενα B*U+05D0 (καθηρ. BᵃᵇA) | αι πυλαι] om αι U+05D0* (superscr U+05D0c.ᵃ) A 4 επενθησα] ειπε) | θησα U+05D0* (ras ι U+05D0?) | θεου] pr του U+05D0 5 om μη δη U+05D0*vid (hab U+05D0?(ᵐᵍ) | om του ουρανου U+05D0* (hab U+05D0c.ᵃ ᵐᵍ) | φοβερος] pr ο U+05D0A | om σου A | φυλασ- σουσι U+05D0 6 ηνεωγμενοι U+05D0 | προσευχην] pr την U+05D0c.a | ημεραν] κα pro | η B* (ημ...B¹) | νυκταν U+05D0* εξαγορευω U+05D0A | αμαρτιας A)

183
σοι, καὶ ἐγὼ καὶ ὁ οἶκος πατρός μου ἡμάρτομεν.

διαλύσει διελύ- [*](Β) σαμεν, καὶ οὐκ ἐφυλάξαμεν τὰς ἐντολὰς καὶ τὰ προστάγματα καὶ τὰ κρίματα ἃ ἐνετείλω τῷ Μωυσῇ παιδί σου.

μνήσθητι δὴ τὸν λόγον ὃν ἐνετείλω τῷ Μωυσῇ παιδί σου λέγων Ὑμεῖς ἐὰν ἀσυνθετήσητε, ἐγὼ διασκορπιῶ ὑμᾶς ἐν τοῖς λαοῖς·

καὶ ἐὰν ἐπιστρέψητε πρὸς μέ, καὶ φυλάξητε τὰς ἐντολάς μου καὶ ποιήσητε αὐτάς, ἐὰν ᾖ ἡ διασπορὰ ὑμῶν ἀπʼ ἄκρου τοῦ οὐρανοῦ, ἐκεῖθεν συνάξω αὐτούς, καὶ εἰσάξω αὐτοὺς εἰς τὸν τόπον ὃν ἐξελεξάμην κατασκηνῶσαι τὸ ὄνομά μου ἐκεῖ

καὶ αὐτοὶ παῖδές σου καὶ λαός σου, οὓς ἐλυτρώσω ἐν τῇ δυνάμει σου τῇ μεγάλη καὶ ἐν τῇ χειρί σου τῇ κραταιᾷ.

μὴ δή, ἀλλ᾿ ἔστω τὸ οὖς σου προσέχον εἰς τὴν προσευχὴν τοῦ δούλου σου καὶ εἰς τὴν προσευχὴν παίδων σου τῶν θελόντων φοβεῖσθαι τὸ ὄνομά σου· καὶ εὐόδωσον δὴ τῷ παιδί σου σήμερον καὶ δὸς αὐτὸν εἰς οἰκτειρμοὺς ἐνώπιον τοῦ ἀνδρὸς τούτου. καὶ ἐγὼ ἤμην εὐνοῦχος τῷ βασιλεῖ.

Καὶ ἐγένετο ἐν μηνὶ Νισὰν ἔτους εἰκοστοῦ Ἀρσαθερθὰ βασιλεῖ καὶ ἦν οἶνος ἐνώπιον ἐμοῦ, καὶ ἔλαβον τὸν οἶνον καὶ ἔδωκα τῷ βασιλεῖ, καὶ οὐκ ἦν ἕτερος ἐνώπιον αὐτοῦ,

καὶ εἶπέν μοι ὁ βασιλεύς Διὰ τί τὸ πρόσωπόν σου πονηρόν, καὶ οὐκ εἶ μετριάζων; οὐκ ἔστιν τοῦτο εἰ μὴ πονηρία καρδίας. καὶ ἐφοβήθην πολὺ σφόδρα,

καὶ εἶπα τῷ βασιλεῖ Ὁ βασιλεὺς εἰς τὸν αἰῶνα ζήτω. διὰ τί οὐ μὴ γένηται πονηρὸν τὸ πρόσωπόν μου, διότι ἡ πόλις, οἶκος μνημείων πατέρων μου, ἠρημώθη καὶ αἱ πύλαι αὐτῆς κατεβρώθησαν ἐν πυρί;

καὶ εἶπέν μοι ὁ βασιλεύς Περὶ τίνος τοῦτο συνζητεῖς; καὶ προσηυξάμην πρὸς τὸν θεὸν τοῦ οὐρανοῦ,

καὶ εἶπα τῷ βασιλεῖ Εἰ ἐπὶ τὸν βασιλέα ἀγαθόν, καὶ εἰ ἀγαθυνθήσεται ὁ παῖς σου ἐνώπιόν σου ὥστε πέμψαι αὐτὸν εἰς Ἰουδά, εἰς πόλιν μνημείων πατέρων μου, καὶ ἀνοικοδομήσω αὐτήν.

καὶ εἶπέν μοι ὁ βασιλεὺς [*](6 πατρος] pr του U+05D0 7 διελυσαμεν] εδιελυσαμεν U+05D0* (improb ε 1⁰ U+05D0?) U+05D0A + προς σε U+05D0c.ᵃᵐᵍ A | παιδω A 8 τω M. παιδι σου] M. παιδι σ. U+05D0 τω π. σ. M. A | om λεγων U+05D0* (hab U+05D0c.ᵃᵐᵍ) | αθετησητε U+05D0* (ασυνθ. U+05D0c.ᵃ) 9 om η 2⁰ U+05D0* (superscr U+05D0c.ᵃ) | ουρανου] + εως ακρου του ουρανου U+05D0c.amg sup αυτους 1⁰] αυτου U+05D0* (αυτους U+05D0c.ᵃ) | εισαξω] pr και U+05D0c.ᵇ U+05D0c.ᵃ 10 τη δυναμει] om τη U+05D0A | om τη μεγαλη U+05D0* (hab U+05D0c.ᵃ ᵐᵍ) 11 δη] + κε μη αποστρεψης το προσωπον σου U+05D0c.ᵃ ᵐᵍ | οικτιρμους BᵇU+05D0 | om τουτου A | και εγω] καγω A ευνουχος] οινοχοος U+05D0* (ευν. U+05D0c.ᵃ)A XII 1 Νισα U+05D0* (ν superscr U+05D0c.ᵃ) Νει. σαν A | Αρσαθερθα] Αρσαρσαθα U+05D0*c.ᵇ (ubique) Αρτοξερξη U+05D0c.a Αρθασασθα A | βασιλει 1⁰] του βασιλεως U+05D0c.ᵇ ι 2⁰ sup ras Aᵃ? | σινος] pr ο U+05D0c. ᵃ (ras U+05D0c.ᵇ) A | αυτου] +και ημην σκυθρωπος U+05D0c.a ᵐᵍ sup 3 ειπα] ειπον U+05D0 | τους αιωνας U+05D0 | διοτι] δια τι A | μου 2°] σου U+05D0* (μου U+05D0c.ᵃ) | om ηρημωθη U+05D0*vid (hab U+05D0?ᵐᵍ) | κατεβρωθησαν] και εβρ. Aⁱᵈ 4 συνζητεις] συ ζητεις ΒU+05D0?β (συζητις) | προσευξαμην A 5 om ει 1⁰ U+05D0* (hab U+05D0c. ᵇ(ᵐᵍ) | επι] επισταμαι U+05D0c.ᵃ | ει 2⁰] +αγαθον επι τον βασιλεα και U+05D0c.a (ras U+05D0c.ᵇ))

184
[*](Β) καὶ ἡ παλλακὴ ἡ καθημένη ἐχόμενα αὐτοῦ Ἕως πότε ἔσται ἡ πορεία σου, καὶ πότε ἐπιστρέψεις; καὶ ἠγαθύνθη ἐνώπιον τοῦ βασιλέως, καὶ ἀπέστειλέν με, καὶ ἔδαωκα αὐτῷ ὄρον.