Esdras i (liber apocryphus)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

ἀπὸ τῶν χρόνων τῶν πατέρων ἡμῶν, καί ἐσμεν ἐν μεγάλῃ ἁμαρτίᾳ ἕως τῆς ἡμέρας ταύτης.

καὶ διὰ τὰς ἁμαρτίας ἡμῶν καὶ τῶν πατέρων ἡμῶν παρεδόθημεν σὺν τοῖς ἀδελφοῖς ἡμῶν, σὺν τοῖς βασιλεῦσιν ἡμῶν καὶ σὺν τοῖς ἱερεῦσιν ἡμῶν, τοῖς βασιλεῦσιν τῆς γῆς, εἰς ῥομφαίαν καὶ αἰχμαλωσίαν καὶ προνομὴν μετὰ αἰσχύνης μέχρι τῆς σήμερον ἡμέρας.

καὶ νῦν κατὰ πόσον τι ἡμῖν ἐγενήθη ἔλεος παρὰ τοῦ κυρίου Κυρίου, καταλειφθῆναι ἡμῖν ῥίζαν καὶ ὄνομα ἐν τῷ τόπῳ [*](A) [*](64 Συριας] pr κοιλης A | Φοινεικης B* (Φοινικ. Bb A) 65 τουτων A] των B | προσηλθον A 66 και 2⁰] pr το εθνος| του Ισλ A | om και 40 A | αλλογενη] pr τα A | ακαθαρσιας] pr και τας A | αυτων] απο των εθνων A | Χαναναιων] pr των A | Μωαβιτων A 67 συνωκισαν] συντηκησαν γαρ A | τινας (τας B)] μετα A | om και 10 A 68 και 1⁰] + εγενετο A | ερρηξα] διερ- ρηξα A | κατετεινον] και κατετιλα A | περιλυπος] υ pro ε B* (ε B¹) 69 οσοι] +ησαν ζηλωται· και οσοι A | επεκινουντο] ου sup ras Aᵃ? | τω ρηματι] pr επι A | του Ισρ.] θῦ Ισλ A 72 αι δε αγνοιαι] και αι αγνοαι A 73 απο] pr ετι| Α 74 συν 2°] pr και A| τοις βασιλευσιν 2°] pr και Α |om εις B (hab A) 75 εγενηθη ημιν A | του κυριου Κ υριου] σου| κε· A)

157
τούτῳ ἁγιάσματος,

καὶ τοῦ ἀνακαλύψαι φωστῆρα ἡμῶν ἐν τῷ [*](Β) οἴκῳ τοῦ κυρίου ἡμῶν, δοῦναι ἡμῖν τροφὴν ἐν τῷ καιρῷ τῆς δουλείας ἡμῶν· (81)καὶ ἐν τῷ δουλεύειν ἡμᾶς οὐκ ἐνκατελείφθημεν ὑπὸ τοῦ κυρίου ἡμῶν,

ἀλλὰ ἐποίησεν ἡμᾶς ἐν χάριτι ἐνώπιον τῶν βασιλέων Περσῶν, δοῦναι ἡμῖν τροφὴν

καὶ δοξάσαι τὸ ἱερὸν ἡμῶν καὶ ἐγεῖραι τὴν ἔρημον Σειών, δοῦναι ἡμῖν στερέωμα ἐν τῇ Ἰουδαίᾳ καὶ Ἰερουσαλήμ.

καὶ νῦν τί ἐροῦμεν, Κύριε. ἔχοντες αὐτά; παρέβησαν τὰ προστάγματά σου ἃ ἔδωκας ἐν χειρὶ τῶν παίδων σου τῶν προφητῶν (84) λέγων

ὅτι Ἡ γῆ εἰς ἣν εἰσέρχεσθε κληρονομῆσαι, ἔστιν γῆ μεμολυσμένη μολυσμῷ τῶν ἀλλογενῶν ῆς γῆς, καὶ τῆς ἀκαθαρσίας αὐτῶν ἐνέπλησαν αὐτήν·

καὶ νῦν τὰς θυγατέρας ὑμῶν μὴ συνοικίσητε τοῖς υἱοῖς αὐτῶν, καὶ τὰς θυγατέρας αὐτῶν μὴ λάβητε τοῖς υἱοῖς ὑμῶν,

καὶ οὐ ζητήσετε εἰρηνεῦσαι τὰ πρὸς αὐτοὺς τὸν ἅπαντα χρόνον, ἵνα ἰσχύσαντες φάγητε τὰ ἀγαθὰ τῆς γῆς καὶ κατακληρονομήσητε τοῖς υἱοῖς ὑμῶν ἕως αἰῶνος.

καὶ τὰ συμβαίνοντα πάντα ἡμῖν γίνεται διὰ τὰ ἔργα ἡμῶν τὰ πονηρὰ καὶ τὰς μεγάλας ἁμαρτίας. σύ γάρ, Κύριε, ὁ κουφίσας τὰς ἁμαρτίας ἡμῶν,

ἔδωκας ἡμῖν τοιαύτην ῥίζαν· πάλιν ἀνεκάμψαμεν παραβῆναι τὸν νόμον σου εἰς τὸ ἐπιμιγῆναι τῇ ἀκαθαρσίᾳ τῶν ἐθνῶν τῆς γῆς.

οὐχὶ ὠργίσθης ἡμῖν ἀπολέσαι ἡμᾶς ἕως τοῦ μὴ καταλιπεῖν ῥίζαν καὶ σπέρμα καὶ ὄνομα ἡμῶν.

κύριε τοῦ Ἰσραήλ, ἀληθινὸς εἶ· κατελείφθημεν γὰρ ῥίζα ἐν τῇ σήμερον.

ἰδού ἐσμεν ἐνώπιόν σου ἐν ταῖς ἀνομίαις ἡμῶν· οὐ γὰρ ἔστιν στῆναι ἔτι ἔμπροσθέν σου ἐπὶ τούτοις.

Καὶ ὅτε προσευχόμενος Ἔσρας ἀνθωμολογεῖτο κλαίων χαμαιπετὴς ἔμπροσθεν τοῦ ἱεροῦ, ἐπισυνήχθησαν πρὸς αὐτὸν ἀπὸ Ἰερουσαλὴμ ὄχλος πολὺς σφόδρα, ἄνδρες καὶ γυναῖκες, νεανίαι· κλαυθμὸς γὰρ ἦν μέγας ἐν τῷ πλήθει

καὶ φωνήσας [*](75 om τουτω A | αγιασματος] του αγιασμ. σου A 76 ανακαλυψαι] A αναψαι A | κυριου] + θυ A | ημων 2⁰] Ιηλ A*vid | δουλιας A | εγκατελει- φθημεν BᵃᵇA | υπο] απο A 77 αλλ A 78 ημων] pr του κυ A | Σιων BᵇA 79 αιρουμεν A | αυτα] ταυτα A | παρεβησαν] παρεβημεν γαρ A 80 μεμολυμμενη A 81 υμων 1⁰] αυτων A | υιοις 1⁰] τεκνοις A | αυτων 1⁰] υμων A | αυτων 2⁰] ημων A | λαβητε] δωτε A | υιοις 2⁰] τεκνοις A | υμων 2⁰] αυτων A 82 αιωνος] pr του A 83 γιγνεται A | αμαριας 1⁰] + ημων A | ο κουφισας] εκουφισας A 44 εδωκας] pr και A 85 κατα- λειπειν A | om ημων B* (hab Bᵃᵇ ᵐᵍ A) 86 om κυριε B* (hab Bᵃᵇ ᵐᵍ [forte prius κς Bᵃ txt)] A) 87 ιδου] + νυν A 88 απο] εξ A | Ιερουσαλημ) ras aliq in σα B? | νεανιαι] pr και A | γαρ| ην sup ras Bᵃᵇ)

158
[*](Β) Ἰεχονίας Ἰεήλου τῶν υἱῶν Ἰσραὴλ εἶπεν Ἐσρᾳ Ἡμεῖς ἡμάρτομεν εἰς τὸν κύριον· καὶ κατῴκησαν γυναῖκες ἀλλογενεῖς ἐκ τῶν ἐθνῶν τῆς γῆς· (94)καὶ νῦν ἐστιν ἐπάνω πᾶς Ἰσραήλ.

ἐν τούτῳ γενέσθω ἡμῖν ὀρκωμοσία πρὸς τὸν κύριον, ἐκβαλεῖν πάσας τὰς γυναῖκας ἡμῶν τὰς ἐκ τῶν ἀλλογενῶν σὺν τοῖς τέκνοις αὐτῶν, (95)ὡς ἐκρίθη σοι, καὶ ὅσοι πειθαρχήσουσιν τοῦ νόμου τοῦ κυρίου.

ἀναστὰς ἐπιτέλει· (96)πρὸς σὲ γὰρ τὸ πρᾶγμα, καὶ ἡμεῖς μετὰ σοῦ ἰσχὺν ποιεῖν.

καὶ ἀναστὰς Ἔσρας ὥρκισεν τοὺς φυλάρχους τῶν ἱερέων καὶ τῶν Λευειτῶν παντὸς τοῦ Ἰσραὴλ ποιῆσαι κατὰ ταῦτα, καὶ ὤμοσαν.