Esdras i (liber apocryphus)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

Καὶ μεταγενέστερος τούτων ἐστίν, βασιλεύοντος Ἀρταξέρξου τοῦ [*](A) [*](VII 1 επαρχος] pr ο A | Φοινεικης B* (Φοινικης B ᵇ A) 2 Ιουδαιων] ιεραιων A 4 του Κυρου] om του A | Αρταρξερξου A | βασιλεων A 5 συνετελεσθη] pr εως του εκτου ετους Δα|ρειου βασιλεως ΙΙερσων A | οικος] | +ο αγιος A 6 λοιποι] + |υιοι Ισλ και οι ιερεις και οι Aευ|ιται· και οι λοιποι A 7 εγκαινισμον BᵃᵇA | τετρακοσιους A 8 φυλαρχων] λαρ | sup ras Aᵃ 9 κατα φυλας εστολισμενοι A | θεου] pr του A | Μωσεως A | 10 του πασχα A | τεσσαρισκαιδεκ. Bᵃᵇ | οτε] οτι A 14 Κυριου] pr του A | VIII 1 εστιν· B εστι A (και...εστιν ad praeced vid pertinere in B) | Αρ- | ταρξερξ. A (item 6, 8, 9, 19, 28))

151
βασιλέως Περσῶν, προσέβη Ἔσρας Ἀζαραίου τοῦ Ζεχρίου τοῦ Χελκείου [*](B) τοῦ Σαλήμου

τοῦ Σαδδουλούκου τοῦ Ἀχειτὼβ τοῦ Ἀμαρθείου τοῦ Ὀζείου τοῦ Βοκκὰ τοῦ Ἀβεισαὶ τοῦ Φεινεὲς τοῦ Ἐλεαζὰρ τοῦ Ἀαρὼν τοῦ πρώτου ἱερέως.

οὗτος Ἔσρας ἀνέβη ἐκ Βαβυλῶνος ὡς γραμματεὺς εὐφυὴς ὢν ἐν τῷ Μωυσέως νόμῳ τῷ ἐκδεδομένῳ ὑπὸ τοῦ θεοῦ τοῦ Ἰσραήλ,

καὶ ἔδωκεν αὐτῷ ὁ βασιλεὺς δόξαν, εὑρόντος χάριν ἐναντίον αὐτοῦ ἐπὶ πάντα τὰ ἀξιώματα αὐτοῦ.

καὶ συνανέβησαν ἐκ τῶν υἱῶν Ἰσραὴλ καὶ τῶν ἱερέων καὶ Λευειτῶν καὶ ἱεροψαλτῶν καὶ θυρωρῶν καὶ ἱεροδούλων εἰς Ἰερουσαλήμ,

ἔτους ἑβδόμου βασιλεύοντος Ἀρταξέρξου ἐν τῷ πέμπτῳ μηνί· οὗτος ἐνιαυτὸς ὁ δεύτερος βασιλεῖ· ἐξελθόντος γὰρ ἐκ Βαβυλῶνος τῇ νουμηνίᾳ τοῦ πρώτου μηνὸς (⁷)παρεγένοντο εἰς Ἰερουσαλὴμ κατὰ τὴν δοθεῖσαν αὐτοῖς εὐοδίαν παρὰ τοῦ κυρίου ἐπʼ αὐτῷ.

ὁ γὰρ Ἀψάρος πολλὴν ἐπιστήμην περιεῖχεν, εἰς τὸ μηδὲν παραλείπειν τῶν ἐκ τοῦ νόμου Κυρίου καὶ ἐκ τῶν ἐντολῶν πάντα τὸν Ἰσραήλ, δικαιώματα καὶ κρίματα.

Προσπεσόντος παρὰ Ἀρταξέρξου βασιλέως πρὸς Ἔσραν τὸν ἱερέα καὶ ἀναγνώστην τοῦ νόμου Κυρίου, οὗ ἐστιν ἀντίγραφον τὸ ὑποκείμενον

Βασιλεὺς Ἀρταξέρξης Ἔσρᾳ τῷ ἱερεῖ καὶ ἀναγνώστῃ τοῦ νόμου Κυρίου χαίρειν.

καὶ τὰ φιλάνθρωπα ἐγὼ κρίνας προσέταξα τοὺς βουλομένους ἐκ τοῦ ἔθνους τῶν Ἰουδαίων αἱρετίζοντας καὶ τῶν ἱερέων καὶ τῶν Λευειτῶν καὶ τῶνδε ἐν τῇ ἡμετέρᾳ βασιλείᾳ συμπορεύεσθαί σοι εἰς Ἰερουσαλήμ.

ὅσοι οὖν ἐνθυμοῦνται, συνεξορμάσθωσαν, καθάπερ δέδοκται ἐμοί τε καὶ τοῖς ἑπτὰ φίλοις συμβουλευταῖς·

ὅπως ἐπισκέψωνται κατὰ τὴν Ἰουδαίαν καὶ κατὰ Ἰερουσαλὴμ ἀκολούθως ᾧ ἔχει νόμῳ Κυρίου,

καὶ [*](1 Περσων βασιλεως A | Εζρας A (Εζρ ubique exc IΧ 1) | Α ζαραιου] A Σαραιου A | Ζεχριου] Εζεριου A | Χελκιου BᵇA 2 Σαδδουλουκου| Σαδ|δουκου A | Αχιτωβ A | Αμαρθειου] Αμαριου A | Οζειου] Οζιου Bᵇ Εζιου A+ του Μαρερωθ· του| Ζαραιου· του Σαουια· A | Αβισουαι A | Φινεες A | Ελεαζαρ]| ras aliq in ζ B? (forte Ελεαρ.. B*) | πρωτου ιερεως] ιερεως) του πρωτου A 3 νομω Μωυσεως A 4 ευροντες A 5 Ιεροσολυμα A 6 ενιαυτος ο δευτερος] ο ενιαυτος εβδομος A | βασιλει] pr τω A | εξελ- θοντες A | μηνος] +εν τη νουμηνια· | του πεμπτου μηνος A | Ιεροσολυμα A | om επ αυτω A 7 Αψαρος] Εζρας A | παραλιπειν Bᵇ | om εκ 2⁰ A | εντολων] + διδαξαι A | τον παντα Ισλ A | δικαιωματα (διωματα B* superscr κ B ᵃᵇ)] pr παντα| τα A | κριματα] pr τα A 8 προσπεσοντος] + δε του γραφεντος προσταγματος A | βασιλεως] pr του A | ιερεαν A 10 και τωνδε] οντω| δε αυτων A | ημετερα] ημερα A 11 συνεξορματωσαν A 12 κατα 1⁰] pr τα A | om κατα 2⁰ A | ω] ως A | νομω] pr εν τω A | Κυριου] pr του A)

152
[*](B) ἀπενεγκεῖν δῶρα τῷ κυρίῳ ἃ ηὐξάμην ἐγώ τε καὶ οἱ φίλοι εἰς Ἰερουσαλήμ, καὶ πᾶν χρυσίον καὶ ἀργύριον ὃ ἐὰν εὑρεθῇ ἐν τῇ χώρᾳ τῆς Βαβυλωνίας τῷ κυρίῳ εἰς Ἰερουσαλὴμ (¹⁵)σὺν τῷ δεδωρημένῳ ὑπὸ τοῦ ἔθνους εἰς τὸ ἱερὸν τοῦ κυρίου αὐτῶν τὸ ἐν Ἰερουσαλὴμ

συναχθῆναι, τό τε χρυσίον καὶ ἀργύριον εἰς ταύρους καὶ κριοὺς καὶ ἄρνας καὶ τὰ τούτοις ἀκόλουθα,

ὥστε προσενεγκεῖν θυσίας ἐπὶ τὸ θυσιαστήριον τοῦ κυρίου αὐτῶν τὸ ἐν Ἰερουσαλήμ.

καὶ πάντα ὅσα ἂν βούλῃ μετὰ τῶν ἀδελφῶν σου ποιῆσαι χρυσίῳ καὶ ἀργυρίῳ, ἐπιτέλει κατὰ τὸ θέλημα τοῦ θεοῦ σου·

καὶ κατὰ τὰ ἱερὰ σκεύη σου τὰ διδόμενα εἰς τὴν χρείαν τοῦ ἱεροῦ τοῦ θεοῦ σου τοῦ ἐν Ἰερουσαλήμ. (19)καὶ τὰ λοιπὰ ὅσα ἂν ὑποπίπτῃ σοι εἰς τὴν χρείαν τοῦ ἱεροῦ τοῦ θεοῦ σου

δώσεις ἐκ τοῦ βασιλικοῦ γαζοφυλακίου.

καὶ ἐγὼ ἰδοὺ Ἀρταξέρξης ὁ βασιλεὺς προσέταξα τοῖς γαζοφύλαξι Συρίας καὶ Φοινίκης, ἵνα ὅσα ἂν ἀποστείλῃ Ἔσδρας ὁ ἱερεὺς καὶ ἀναγνώστης τοῦ νόμου τοῦ θεοῦ τοῦ ὑψίστου ἐπιμελῶς διδῶσιν αὐτῷ ἕως ἀργυρίου ταλάντων ἑκατόν,

ὁμοίως δὲ καὶ ἕως πυροῦ κόρων ἑκατὸν καὶ οἴνου μετρητῶν ἑκατόν.