Esdras i (liber apocryphus)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

κατὰ τὸν τοῦ θεοῦ νόμον ἐπιτελεσθήτω τῷ θεῷ τῷ ὑψίστῳ, ἕνεκα τοῦ μὴ γενέσθαι ὀργὴν εἰς τὴν βασιλείαν τοῦ βασιλέως καὶ τῶν υἱῶν.

καὶ ὑμῖν δὲ λέγεται ὅπως πᾶσι τοῖς ἱερεῦσιν καὶ τοῖς Λευείταις καὶ ἱεροψάλταις καὶ θυρωροῖς καὶ ἱεροδούλοις καὶ πραγματικοῖς τοῦ ἱεροῦ τούτου (25)μηδεμία φορολογία μηδὲ ἄλλη ἐπιβουλὴ γίνηται, μηδένα ἔχειν ἐξουσίαν ἐπιβαλεῖν τούτοις.

καὶ σύ, Ἔσρα, κατὰ τὴν σοφίαν τοῦ θεοῦ ἀνάδειξον κριτὰς καὶ δικαστάς, ὅπως δικάζωσιν ἐν ὅλη Συρίᾳ καὶ Φοινίκῃ πάντας τοὺς ἐπισταμένους τὸν νόμον τοῦ θεοῦ σου· καὶ τοὺς μὴ ἐπισταμένους διδάξεις.

καὶ πάντες ὅσοι ἐὰν παραβαίνωσι καὶ τὸν νόμον τοῦ θεοῦ σου [*](A) [*](13 τω κυριω (1⁰)] + του Ισλ A | om τω κυριω (2⁰) A 13—15 εις Ιερουσαλημ....ωστε in mg et sup ras Aᵃ 13 κυριου] +θυ A | αυτων] διαιτων Aᵃ 14 om τε Aa 15 θυσιας] + τω κω A | κυριου] θῡ A 17 om κατα A | σου 1⁰] του κυ A | διδομενα] + οι A (σοι A¹) | αν] εαν A 18 βασιλικου] ιερου A 19 και εγω ιδου] καγω δε A | Αρταξερξης (Αρταρξ. Bᵃᵇ) ο βασιλευς] ο βασιλευς Αρταρξερξης A | γαζοφυλαξιν A | Φοινεικ. B* (Φοινικ. B ᵇ A: item 23) | αν] εαν A 20 εκατον 2⁰] + και αλλα εκ πληθους| πανια A 21 επιτελεσθητω] + επιμελως A | εις] επι A | υιων] +αυτου A 22 πασιν A | ιεροψαλταις] pr τοις A | τουτου A] του B | αλλη επιβουλη] αλλα βουλη A | γιγνηται A | μηδενα εχειν εξουσιαν] και εξουσιαν μηδενα εχειν A | επιβαλειν] +τι A 23 επισταμενους] + δε A 24 παραβαινουσιν A | om και 2° A)

153
καὶ τοῦ βασιλικοῦ ἐπιμελῶς κολασθήσονται, ἐάν τε καὶ θανάτῳ [*](Β) ἐάν τε καὶ τιμωρίᾳ, μὴ ἀργυρίῳ ζημίᾳ ἢ ἀπαγωγῇ.

εὐλογητὸς μόνος ὁ κύριος ὁ δοὺς ταῦτα εἰς τὴν καρδίαν μου τοῦ βασιλέως, δοξάσαι τὸν οἶκον αὐτοῦ τὸν ἐν Ἰερουσαλήμ.

καὶ ἐμέ ἐτίμησεν ἔναντι τῶν βασιλευόντων καὶ πάντων τῶν φίλων καὶ μεγιστάνων αὐτοῦ.

καὶ ἐγὼ εὐθαρσὴς ἐγενόμην κατὰ τὴν ἀντίλημψιν Κυρίου θεοῦ μου, καὶ συνήγαγον ἐκ τοῦ Ἰσραὴλ ἄνδρας ὥστε συναναβῆναί μοι.

Καὶ οὗτοι οἱ προηγούμενοι κατὰ τὰς πατριὰς αὐτῶν καὶ τὰς μεριδαρχίας, οἱ ἀναβάντες μετʼ ἐμοῦ ἐκ Βαβυλῶνος ἐν τῇ βασιλείᾳ Ἀρταξέρξου τοῦ βασιλέως.

ἐκ τῶν υἱῶν Φορός, Γαροσότομος· ἐκ τῶν υἱῶν Ἰεταμάρου, Γάμηλος· τῶν υἱῶν Δαυείδ,

Φαρές, Ζαχαρίας. καὶ μετʼ αὐτοῦ ἀπὸ γραφῆς ἄνδρες ἑκατὸν πεντήκοντα·

ἐκ τῶν Μααθμωάβ, Ἐλιαλωνίας Ζαραίου, καὶ μετʼ αὐτοῦ ἄνδρες διακόσιοι·

ἐκ τῶν υἱῶν Ζαθοής, Εἰεχονίας Ἰεθήλου, καὶ μετʼ αὐτοῦ ἄνδρες διακόσιοι· τῶν υἱῶν Ἀδείν, Οὐβὴν Ἰωνάθου, καὶ μετʼ αὐτοῦ ἄνδρες διακόσιοι πεντήκοντα·

ἐκ τῶν υἱῶν Λάμ, Ἐσίας Γοθολίου, καὶ μετʼ αὐτοῦ ἄνδρες ἑβδομήκοντα·

ἐκ τῶν υἱῶν Σοφοτίου, Ζαραίος Μειχαήλου, καὶ μετʼ αὐτοῦ ἄνδρες ἑβδομήκοντα·

ἐκ τῶν υἱῶν Ἰωάβ, Ἀβαδίας Ἰεζήλου, καὶ μετʼ αὐτοῦ ἄνδρες διακόσιοι δέκα δύο·

ἐκ τῶν υἱῶν Βανιάς, Σαλειμὼθ Ἰωσαφίου, καὶ μετʼ αὐτοῦ ἄνδρες ἑκατὸν ἐξήκοντα·

ἐκ τῶν Βαιήρ, Ζαχαριαὶ Βημαί, καὶ μετʼ αὐτοῦ ἄνδρες εἵκοσι ὀκτώ·

υἱοὶ Ἀστάθ, Ἰωάνης Ἀκατάν, καὶ μετʼ αὐτοῦ ἄνδρες ἑκατὸν δέκα·

ἐκ τῶν υἱῶν Ἀδωνιακαὶμ οἱ ἔσχατοι, καὶ ταῦτα τὰ ὀνόματα αὐτῶν· Ἐλειφάλα τοῦ Γεουὴλ καὶ Σαμαίας, [*](24 τον βασιλεικον A | μη] η A | αργυριω] αργυρικη A 25 ευλο- A γητος] pr και ειπεν Εζρας ο γραμματευς·| A | κυριος] + των πα|τερων μου A | om μου A 26 εναντιον A | των βασιλευοντων] του βασιλεως· και των συμβα|σιλευοντων· A 27 και εγω] καγω A | θεου] pr του A 28 ανα- βαντες] αναβαινοντες A | Αρταρξερξου BᵃᵇA 29 Φορος] Φινεες A | Ραροσο- τομος] Ιηρσων A | Ιεταμαρου] Ιθαμαρ A | Γαμηλος] Ι αμαηλ A | των υιων 3⁰] pr εκ A | Δαυειδ] + Aττουςl ο Σεχενιου A 30 Φαρες] των υιων Φορος A | Ζαχαριας και] ζαι (sic) A 31 Μααθμωαβ] υιων Φααθʼμ. A | Ελιαωνιας A 32 Ειεχονιας (Ιεχ. Bᵇ)] Σεχενιας A | Ιεθηλου] Ιετηλου A | διακοσιοι 1°] τριακοσιοι A | των υιων 2⁰] pr εκ A | Αδιν A | Ουβην] Ωβηθ A 33 Λαμ Ελαμ A | Εσιας] Ιεσσιας A 34 om A | Μιχαηλου Bᵇ 35 δεκα δυο] δωδεκα A 36 Βανιας (Βανειας Bᵃᵇ) Σαλειμωθ] Βανι· Ασσαλιμωθ᾿ A | εκατον εξηκοντα] εξηκ. και εκατον A 37 Βαιηρ| υιων Βαβι A | Ζαχαριας A | Βημαι] Βηβαι A | οκτω A (sic) 38 υιοι] εκ των υιων A | Ιωαν- νης A 39 Αδωνικαμ A | ταυτα τα] τα τα B | Ελειφαλα του Γεουηλ] Ελι|φαλατος· Ιεουηλ᾿· A)

154
[*](Β) καὶ μετʼ αὐτῶν ἄνδρες ἑβδομήκοντα·

ἐκ τῶν υἱῶν Βαναὶ Οὐτοὺ Ἰστακάλκου, καὶ μετʼ αὐτοῦ ἄνδρες ἑβδομήκοντα.