Esdras i (liber apocryphus)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

χιμάρους ὑπὲρ ἁμαρτίας παντὸς τοῦ Ἰσραὴλ δώδεκα, πρὸς ἀριθμὸν ἐκ τῶν φυλάρχων τοῦ Ἰσραὴλ δώδεκα.

καὶ ἔστησαν οἱ ἱερεῖς καὶ οἱ Λευεῖται ἐσπολισμένοι κατὰ φυλὰς ἐπὶ τῶν ἔργων Κυρίου θεοῦ Ἰσραὴλ ἀκολούθως τῇ Μωυσέως βίβλῳ, καὶ οἱ θυρωροὶ ἐφʼ ἑκάστου πυλῶνος.

Καὶ ἠγάγοσαν οἱ υἱοὶ Ἰσραὴλ τῶν ἐκ τῆς αἰχμαλωσίας τὸ πάσχα ἐν τῇ τεσσαρεσκαιδεκάτῃ τοῦ πρώτου μηνός, ὅτε ἡγνίσθησαν οἱ ἱερεῖς καὶ οἱ Λευεῖται ἅμα

καὶ πάντες οἱ υἱοὶ τῆς αἰχμαλωσίας· ὅτι ἡγνίσθησαν. ὅτι οἱ Λευεῖται ἅμα πάντες ἡγνίσθησαν,

καὶ ἔθυσαν τὸ πάσχα πᾶσιν τοῖς υἱοῖς τῆς αἰχμαλωσίας καὶ τοῖς ἀδελφοῖς αὐτῶν τοῖς ἱερεῦσιν καὶ ἑαυτοῖς.

καὶ ἐφάγοσαν οἱ υἱοὶ Ἰσραὴλ οἱ ἐκ τῆς αἰχμαλωσίας, πάντες οἱ χωρισθέντες ἀπὸ τῶν βδελυγμάτων τῶν ἐθνῶν τῆς γῆς, ζητοῦντες τὸν κύριον.

καὶ ἠγάγοσαν τὴν ἑορτὴν τῶν ἀζύμων ἑπτὰ ἡμέρας εὐφραινόμενοι ἔναντι Κυρίου,

ὅτι μετέστρεψεν τὴν βουλὴν τοῦ βασιλέως Ἀσσυρίων ἐπʼ αὐτούς, κατισχῦσαι τὰς χεῖρας αὐτῶν ἐπὶ τὰ ἔργα Κυρίου θεοῦ Ἰσραήλ.

Καὶ μεταγενέστερος τούτων ἐστίν, βασιλεύοντος Ἀρταξέρξου τοῦ [*](A) [*](VII 1 επαρχος] pr ο A | Φοινεικης B* (Φοινικης B ᵇ A) 2 Ιουδαιων] ιεραιων A 4 του Κυρου] om του A | Αρταρξερξου A | βασιλεων A 5 συνετελεσθη] pr εως του εκτου ετους Δα|ρειου βασιλεως ΙΙερσων A | οικος] | +ο αγιος A 6 λοιποι] + |υιοι Ισλ και οι ιερεις και οι Aευ|ιται· και οι λοιποι A 7 εγκαινισμον BᵃᵇA | τετρακοσιους A 8 φυλαρχων] λαρ | sup ras Aᵃ 9 κατα φυλας εστολισμενοι A | θεου] pr του A | Μωσεως A | 10 του πασχα A | τεσσαρισκαιδεκ. Bᵃᵇ | οτε] οτι A 14 Κυριου] pr του A | VIII 1 εστιν· B εστι A (και...εστιν ad praeced vid pertinere in B) | Αρ- | ταρξερξ. A (item 6, 8, 9, 19, 28))

151
βασιλέως Περσῶν, προσέβη Ἔσρας Ἀζαραίου τοῦ Ζεχρίου τοῦ Χελκείου [*](B) τοῦ Σαλήμου

τοῦ Σαδδουλούκου τοῦ Ἀχειτὼβ τοῦ Ἀμαρθείου τοῦ Ὀζείου τοῦ Βοκκὰ τοῦ Ἀβεισαὶ τοῦ Φεινεὲς τοῦ Ἐλεαζὰρ τοῦ Ἀαρὼν τοῦ πρώτου ἱερέως.

οὗτος Ἔσρας ἀνέβη ἐκ Βαβυλῶνος ὡς γραμματεὺς εὐφυὴς ὢν ἐν τῷ Μωυσέως νόμῳ τῷ ἐκδεδομένῳ ὑπὸ τοῦ θεοῦ τοῦ Ἰσραήλ,

καὶ ἔδωκεν αὐτῷ ὁ βασιλεὺς δόξαν, εὑρόντος χάριν ἐναντίον αὐτοῦ ἐπὶ πάντα τὰ ἀξιώματα αὐτοῦ.

καὶ συνανέβησαν ἐκ τῶν υἱῶν Ἰσραὴλ καὶ τῶν ἱερέων καὶ Λευειτῶν καὶ ἱεροψαλτῶν καὶ θυρωρῶν καὶ ἱεροδούλων εἰς Ἰερουσαλήμ,

ἔτους ἑβδόμου βασιλεύοντος Ἀρταξέρξου ἐν τῷ πέμπτῳ μηνί· οὗτος ἐνιαυτὸς ὁ δεύτερος βασιλεῖ· ἐξελθόντος γὰρ ἐκ Βαβυλῶνος τῇ νουμηνίᾳ τοῦ πρώτου μηνὸς (⁷)παρεγένοντο εἰς Ἰερουσαλὴμ κατὰ τὴν δοθεῖσαν αὐτοῖς εὐοδίαν παρὰ τοῦ κυρίου ἐπʼ αὐτῷ.

ὁ γὰρ Ἀψάρος πολλὴν ἐπιστήμην περιεῖχεν, εἰς τὸ μηδὲν παραλείπειν τῶν ἐκ τοῦ νόμου Κυρίου καὶ ἐκ τῶν ἐντολῶν πάντα τὸν Ἰσραήλ, δικαιώματα καὶ κρίματα.

Προσπεσόντος παρὰ Ἀρταξέρξου βασιλέως πρὸς Ἔσραν τὸν ἱερέα καὶ ἀναγνώστην τοῦ νόμου Κυρίου, οὗ ἐστιν ἀντίγραφον τὸ ὑποκείμενον

Βασιλεὺς Ἀρταξέρξης Ἔσρᾳ τῷ ἱερεῖ καὶ ἀναγνώστῃ τοῦ νόμου Κυρίου χαίρειν.

καὶ τὰ φιλάνθρωπα ἐγὼ κρίνας προσέταξα τοὺς βουλομένους ἐκ τοῦ ἔθνους τῶν Ἰουδαίων αἱρετίζοντας καὶ τῶν ἱερέων καὶ τῶν Λευειτῶν καὶ τῶνδε ἐν τῇ ἡμετέρᾳ βασιλείᾳ συμπορεύεσθαί σοι εἰς Ἰερουσαλήμ.

ὅσοι οὖν ἐνθυμοῦνται, συνεξορμάσθωσαν, καθάπερ δέδοκται ἐμοί τε καὶ τοῖς ἑπτὰ φίλοις συμβουλευταῖς·

ὅπως ἐπισκέψωνται κατὰ τὴν Ἰουδαίαν καὶ κατὰ Ἰερουσαλὴμ ἀκολούθως ᾧ ἔχει νόμῳ Κυρίου,