Esdras i (liber apocryphus)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

καὶ ἐὰν εὑρίσκηται μετὰ τῆς γνώμης Κύρου τοῦ βασιλέως γενομένην τὴν οἰκοδομὴν τοῦ κυρίου τοῦ ἐν Ἰερουσαλήμ, καὶ κρίνηται τῷ κυρίῳ βασιλεῖ ἡμῶν, προσφωνησάτω ἡμῖν περὶ τούτων.

Τότε ὁ βασιλεὺς Δαρεῖος προσέταξεν ἐπισκέψασθαι ἐν τοῖς βιβλιοφυλακίοις τοῖς κειμένοις ἐν Βαβυλῶνι, καὶ εὑρέθη ἐν Ἐκβατάνοις τῇ βάρει τῇ ἐν Μηδείᾳ χώρᾳ τόπος ἐν ᾧ ὑπομνημάτιστο τάδε

Ἔτους πρώτου βασιλεύοντος Κύρου βασιλεὺς Κῦρος προσέταξεν τὸν οἶκον τοῦ κυρίου τὸν ἐν Ἰερουσαλὴμ οἰκοδομῆσαι, ὅπου ἐπιθύουσιν [*](A) [*](12 εσμεν] pr ημεις A 13 ωκοδομειτο A 14 Βαβυλωνος] της Βαβυλωιας A 16 βασιλευς] pr ο A | οικοδομησαι τον οικον τουτον] τον οικον τουτον οικοδομηθηναι A 17 αργυρεα A | αυτου] εαυτου A | Βαβυλωνια] Βαβυλωνι A | Σαβανασσαρω] Σα|ναβασσαρω A 18 και απηνεγκεν] απενεγκαντι A | om παντα A | ταυτα τα σκευη A | κυριου] F τουτον A 19 Σαναβασσαρος]+εκεινος A | εισεβαλλετο] ενεβαλλετο Bᵃᵇ ενεβαλετο A | Κυριου] pr του A | οικοδομουμενον A 20 ουν] οὖ (sic) Bᵇ | κρινεται] pr ει A | om βασιλεως τοις εν Βαβυλωνι A 21 κυριου] pr οικου BᵃᵇᵐgA 22 βιβλιοφυλακιοις] pr βασιλικοις A | Μηδια B* (Μηδεια B ᵃᵇA) | τοπος] τομος εις A | υπεμνηματιστο A)

149
διὰ πυρὸς ἐνδελεχοῦς,

οὗ τὸ ὕψος πήχεων ἐξήκοντα, [*](Β) πλάτος πήχεων ἑξήκοντα, διὰ δόμων λιθίνων ξυστῶν τριῶν καὶ δόμου ξυλίνου ἐγχωρίου καινοῦ ἑνός, καὶ τὸ δαπάνημα δοθῆναι ἐκ τοῦ οἴκου Κύρου τοῦ βασιλέως.

καὶ τὰ ἱερὰ σκεύη τοῦ οἴκου Κυρίου τά τε χρυσᾶ καὶ ἀργυρᾶ, ἃ ἐξήνεγκεν Ναβουχοδονοσὸρ ἐκ τοῦ οἴκου τοῦ ἐν Ἰερουσαλήμ, ἀπήνεγκεν εἰς Βαβυλῶνα, ἀποκατασταθῆναι εἰς τὸν οἶκον τὸν ἐν Ἰερουσαλὴμ οὖ ἦν κείμενα, ὅπως τεθῇ ἐκεῖ·

προσέταξεν δὲ ἐπιμεληθῆναι Σισίννῃ ἐπάρχῳ Συρίας καὶ Φοινίκης καὶ Σαθραβουζάνῃ καὶ τοῖς συνεταίροις καὶ τοῖς ἀποτεταγμένοις ἐν Συρίᾳ καὶ Φοινίκῃ ἡγεμόσιν ἀπέχεσθαι τοῦ τόπου, ἐᾶσαι δὲ τὸν παῖδα Κυρίου Ζοροβαβέλ, ὕπαρχον δὲ τῆς Ἰουδαίας, καὶ τοὺς πρεσβυτέρους τῶν Ἰουδαίων τὸν οἶκον τοῦ κυρίου ἐκεῖνον οἰκοδομεῖν ἐπὶ τοῦ τόπου.

κἀγὼ δὲ ἐπέταξα ὁλοσχερῶς οἰκοδομῆσαι, καὶ ἀτενίσαι ἴνα συνποιῶσιν τοῖς ἐκ τῆς αἰχμαλωσίας τῆς Ἰουδαίας μέχρι τοῦ ἐπιτελεσθῆναι τὸν οἶκον τοῦ κυρίου·

καὶ ἀπὸ τῆς φορολογίας κοίλης Συρίας καὶ Φοινίκης ἐπιμελῶς σύνταξιν δίδοσθαι τούτοις τοῖς ἀνθρώποις εἰς θυσίαν τῷ κυρίῳ, Ζοροβαβὲλ ἐπάρχῳ, εἰς ταύρους καὶ κριοὺς καὶ ἄρνας,

ὁμοίως δὲ καὶ πυρὸν καὶ ἅλα καὶ οἶνον καὶ ἔλαιον ἐνδελεχῶς κατʼ ἐνιαυτόν, καθὼς ἂν οἱ ἱερεῖς οἱ ἐν Ἰερουσαλὴμ ὑπαγορεύσαωσιν ἀναλίσκεσθαι καθʼ ἡμέραν ἀναμφισβητήτως,

ὅπως προσφέρωνται σπονδαὶ τῷ θεῷ τῷ ὑψίστῳ ὑπέρ τοῦ βασιλέως καὶ τῶν παίδων, καὶ προσεύχωνται περὶ τῆς αὐτῶν ζωῆς·

καὶ προστάξαι ἴνα ὅσοι ἐὰν παραβῶσίν τι τῶν γεγραμ- μένων καὶ ἀκυρώσωσιν, λημφθῆναι ξύλον ἐκ τῶν ἰδίων αὐτοῦ καὶ ἐπʼ αὐτοῦ κρεμασθῆναι, καὶ τὰ ὑπάρχοντα αὐτοῦ εἶναι βασιλικά.

διὰ ταῦτα καὶ ὁ κύριος, οὗ τὸ ὄνομα αὐτοῦ ἐπικέκληται ἐκεῖ, ἀφανίσαι πάντα βασιλέα καὶ ἔθνος ὃς ἐκτενεῖ χεῖρα αὐτοῦ κωλῦσαι ἢ κακοποιῆσαι τὸν οἶκον Κυρίου ἐκεῖνον τὸν ἐν Ἰερουσαλήμ.

ἐγὼ βασιλεὺς Δαρεῖος δεδογμάτικα ἐπιμελῶς κατὰ ταῦτα γίγνεσθαι.

[*](24 πηχων A (bis) | εν|χωριου A 25 τα τε χρυσα και αργυρα] τα| A χρυσεα· και τα αργυρεα A | om α A | απηνεγκεν] pr και A 26 Φοινικη] Φοινεικη B* (Φοινικη BᵇA) | om δε 2⁰ A | Κυριου] pr του A | υπαρχον] επαρ- κον A | του κυριου] om του A 27 καγω] και εγω A | om δε A | ολοσχερως B* ολοσ|χερως Bᵇ vid | συμποιωσιν Bᵇ | της Ιουδαιας] των Ιουδαιων A | μεχρι] μεχρεις A 24 θυσιας A 29 κα (1⁰) B* (και Bᵃᵇ) | αναμφισβητη- τως B* αναμφισ|βητητως Bᵇ αναμφισβητως A 31 προσταξαι] προσεταξεν A | εαν] αν A | γεγραμμενων] προειρημενωνl και των προσγεγραμμενων A | και 2⁰] pr η A | επ αυτου] επι τουτω A 32 Κυριου] pr του A 33 γινεσθαι A)
150

Τότε Σισίννης ἔπαρχος κοίλης Συρίας καὶ Φοινίκης καὶ Σαθραβουζάνης καὶ οἱ συνέταιροι, κατακολουθήσαντες τοῖς ὑπὸ τοῦ βασιλέως Δαρείου προσταγεῖσιν,

ἐπεστάτουν τῶν ἱερῶν ἔργων ἐπιμελέστερον συνεργοῦντες τοῖς πρεσβυτέροις τῶν Ἰουδαίων καὶ ἱεροστάταις.

καὶ εὔοδα ἐγίνετο πὰ ἱερὰ ἔργα,(προφητευόντων Ἀγγαίου καὶ Ζαχαρίου τῶν προφητῶν·

καὶ συνετέλεσαν ταῦτα διὰ προστάγματος τοῦ κυρίου θεοῦ Ἰσραήλ, καὶ μετὰ τῆς γνώμης τοῦ Κύρου καὶ Δαρείου καὶ Ἀρταξέρξου βασιλέως Περσῶν.

συνετελέσθη ὁ οἶκος ἕως τρίτης καὶ εἰκάδος μηνὸς Ἄδὰρ τοῦ ἕκτου ἔτους βασιλέως Δαρείου.

καὶ ἐποίησαν οἱ υἱοὶ Ἰσραὴλ καὶ οἱ ἱερεῖς καὶ οἱ Λευεῖται καὶ οἱ λοιποὶ οἱ ἐκ τῆς αἰχμαλωσίας οἱ προστεθέντες ἀκολούθως τοῖς ἐν τῇ Μωσέως βίβλῳ.

καὶ προσήνεγκαν εἰς τὸν ἐνκαινισμὸν τοῦ ἱεροῦ τοῦ κυρίου ταύρους ἑκατόν, κριοὺς διακοσίους, ἄρνας τετρακοσίας,