Esdras i (liber apocryphus)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

ὅσοι οὗν κατὰ τοὺς τόπους οἰκοῦσιν, βοηθείτωσαν αὐτῷ οἱ ἐν τῷ τόπῳ αὐτοῦ ἐν χρυσίῳ καὶ ἐν [*](48 αυτου] εαυτου A (bis) | καθοτι A 49 εμυκτηρισαν] εξεμυκτηριζον A | A ου] του A | θυμωντα] θυμωθέντα A | αυτου 3⁰] εαυτου A 50 αγιου] +αυ- των A | νεωτερου] ουτων A | πανια A | παρεδωκεν A 51 ιερεα B* (ιερα BᵇA) |τας κιβωτους] τα σκευη κιβωτου A 52 του κυριου] om του A | αυτης] αυτων A 53 αχρειωσαι BᵃᵇA | μετα] απο A 54 μεχρι ου] μεχρις ου Bᵃᵇ μεχρι του A | του ρηματος του κυριου] λογου κυ A 55 συμπληρωσιν BᵇA II 2 ολη] pr εν A | αυτου] εαυτου A 4 αυτω] εαυτω A 5 ο κυριος 1⁰] + κὲ A | του κυριου] om του A 6 τους τυπους] om τους A)

134
[*](Β) ἀργυρίῳ (7)καὶ ἐν δόσεσιν, μεθʼ ἵππων καὶ κτηνῶν, σὺν τοῖς ἄλλοις τοῖς κατʼ εὐχὰς προστεθειμένοις εἰς τὸ ἱερὸν τοῦ κυρίου τὸ ἐν Ἰερουσαλήμ.

Καὶ καταστήσαντες οἱ ἀρχίφυλοι τῶν πατριῶν τῆς Ἰούδα καὶ Βενιαμεὶν φυλῆς, καὶ οἱ ἱερεῖς καὶ οἱ Λευεῖται, καὶ πάντων ὧν ἤγειρεν Κύριος τὸ πνεῦμα ἀναβῆναι οἰκοδομῆσαι οἶκον τῷ κυρίῳ τὸν ἐν Ἰερουσαλήμ·

καὶ οἱ περικύκλω αὐτῶν (9)ἐβοήθησαν ἐν πᾶσιν, ἐν ἀργυρίῳ καὶ χρυσίῳ, ἵπποις, κτήνεσιν καὶ εὐχαῖς ὡς πλείσταις πολλῶν ὧν ὁ νοῦς ἠγέρθη.

καὶ ὁ βασιλεὺς Κῦρος ἐξήνεγκεν τὰ ἅγια σκεύη τοῦ κυρίου, ἃ μετήγαγεν Ναβουχοδονοσὸρ ἐξ Ἰερουσαλὴμ καὶ ἀπηρείσατο αὐτὰ ἐν τῷ εἰδωλίῳ αὐτοῦ.

ἐξενέγκας δὲ αὐτὰ Κῦρος ὁ βασιλεὺς Περσῶν παρέδωκεν αὐτὰ Μιθριδάτῃ τῷ ἑαυτοῦ γαζοφύλακι·