Esdras i (liber apocryphus)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

Κύρου Ιερσῶν ἔτους πρώτου, εἰς συντέλειαν ῥήΒασιλεύοντος ματος Κυρίου ἐν στόματι Ἰερεμίου,

ἤγειρεν Κύριος τὸ πνεῦμα Κύρου βασιλέως Περσῶν, καὶ ἐκήρυξεν ὅλῃ τῇ βασιλείᾳ αὐτοῦ καὶ ἄμα διὰ γραπτῶν λέγων

Τάδε λέγει ὁ βασιλεὺς Περσῶν Κῦρος Ἐμὲ ἀνέδειξεν βασιλέα τῆς οἰκουμένης ὁ κύριος τοῦ Ἰσραήλ, Κύριος ὁ ὕψιστος,

καὶ ἐσήμηνέν μοι οἰκοδομῆσαι αὐτῷ οἶκον ἐν Ἰερουσαλὴμ τῇ ἐν τῇ Ἰουδαίᾳ.

εἴ τίς ἐστιν οὗν ὑμῶν ἐκ τοῦ ἔθνους αὐτοῦ, ἔστω ὁ κύριος αὐτοῦ μετʼ αὐτοῦ, καὶ ἀναβὰς εἰς τὴν Ἰερουσαλὴμ τὴν ἐν τῇ Ἰουδαίᾳ οἰκοδομείτω τὸν οἶκον τοῦ κυρίου τοῦ Ἰσραήλ· οὗτος ὁ κύριος ὁ κατασκηνώας ἐν Ἰερουσαλήμ.