Esdras i (liber apocryphus)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

καὶ ὤπτησαν τὸ πάσχα ἐν πυρὶ ὡς καθήκει, καὶ τὰς θυσίας ἥψησαν ἐν τοῖς χαλκίοις καὶ λέβησιν μετʼ εὐωδίας, (¹³)καὶ ἀπήνεγκαν πᾶσι τοῖς ἐκ τοῦ λαοῦ.

μετὰ δὲ ταῦτα ἡτοι μασαν ἑαυτοῖς τε καὶ τοῖς ἱερεῦσιν ἀδελφοῖς αὐτῶν υἱοῖς Ἀαρών.

οἱ γὰρ ἱερεῖς ἀνέφερον τὰ στέατα ἕως ἀωρίας· καὶ οἱ Λευεῖται ἡτοίμασαν ἑαυτοῖς καὶ τοῖς ἱερεῦσιν ἀδελφοῖς αὐτῶν υἱοῖς Ἀαρών.

καὶ οἱ ἱεροψάλται υἱοὶ Ἀσὰφ ἦσαν ἐπὶ τῆς τάξεως αὐτῶν κατὰ τὰ ὑπὸ Δαυεὶδ τεταγμένα, καὶ Ἀσὰφ καὶ Ζαχαρίας καὶ Ἐβδεινοῦς οἱ παρὰ τοῦ βασιλέως.

καὶ οἱ θυρωροὶ ἐφʼ ἑκάστου πυλῶος· οὐκ ἔστιν παραβῆναι ἕκαστον τὴν ἑαυτοῦ ἐφημερίαν· οἱ γὰρ ἀδελφοὶ αὐτῶν οἱ Λευεῖται ἡτοίμασαν ἑαυτοῖς.

καὶ συνετελέσθη τὰ τῆς θυσίας τοῦ κυρίου (¹8)ἐν ἐκείνῃ τῇ ἡμέρα, ἀχθῆναι τὸ πάσχα καὶ προσαχθῆναι τὰς θυσίας ἐπὶ τὸ τοῦ κυρίου θυσιαστήριον κατὰ τὴν ἐπιταγὴν τοῦ βασλέως Ἰωσείου.

καὶ ἠγάγοσαν οἱ υἱοὶ Ἰσραὴλ οἱ εὑρεθέντες ἐν τῷ καιρῷ τούτῳ τὸ πάσχα καὶ τὴν ἑορτὴν τῶν ἀζύμων ἡμέρας ἑπτά.

καὶ οὐκ ἤχθη τὸ πάσχα τοιοῦτο ἐν τῷ Ἰσραὴλ ἀπὸ τῶν χρόνων Σαμουὴλ τοῦ προφήτου·

καὶ πάντες οἱ βασιλεῖς τοῦ Ἰσραὴλ οὐκ ἠγάγοσαν πάσχα τοιοῦτον οἷον ἥγαγεν Ἰωσείας καὶ οἱ ἱερεῖς καὶ οἱ Λευεῖται καὶ οἱ Ἰουδαῖοι καὶ πᾶς Ἰσραὴλ ὁ εὑρεθεὶς ἐν τῇ κατοικήσει αὐτῶν ἐν Ἰερουσαλήμ.

ὀκτωκαιδεκάτῳ ἔτει βασιλεύοντος Ἰωσείου ἤχθη τὸ πάσχα τοῦτο.

καὶ ὠρθώθη τὰ ἔργα Ἰωσείου ἐνώπιον τοῦ κυρίου αὐτοῦ ἐν καρδίᾳ πλήρει εὐσεβείας.

καὶ τὰ κατʼ αὐτὸν δὲ ἀναγέγραπται ἐν τοῖς ἔμπροσθεν χρόνοις, περὶ τῶν ἡμαρτηκότων καὶ ἠσεβηκότων εἰς τὸν κύριον παρὰ πᾶν ἔθνος καὶ βασιλείαν, καὶ ἃ ἐλύπησαν αὐτὸν ἔστιν· καὶ οἱ λόγοι [*](A) [*](9 χιλια] πεντακεισχιλια (εισχ sup ras Aᵃ) A 10 ταυτα τα γενο- μενα] τουτων γενομενων A | οι Λευειται] om οι A* (hab superscr A¹) | Μωση A | ουτως A 11 om εν 1ᵇ Bᵃᵇ | ηψησαν] ωπτησαν A | πασιν A | εκ] ε sup ras Aᵃ 12 ουτων] εαυτων A 16 ουτων] ων sup ras Aᵃ 14 υιοι] ιοι sup ras Aᵃ | ουτων] εαυτων A | Εδδινους A | οι παρα] ο παρα A 15 εαυτοις] αυταις A 16 του κυριου] τω κω A | προσαχθηναι] προσενε- χθηναι A 17 ηγαγον A 19 τοιουτο A | ο ευρεθεις] οι ευρεθέντες A 21 εν] ε sup ras Aᵃ | πληρεις BᵃᵇA 22 ησεβηκ.] η 1° sup ras Aᵃ | om α A | εστιν] εν αισθησει A)

131
τοῦ κυρίου ἀνέστησαν ἐπὶ Ἰσραήλ.

Καὶ μετὰ πᾶσαν τὴν πρᾶξιν ταύτην Ἰωσείου συνέβη Φαραὼ βασιλέα Αἰγύπτου ἐλθόντα πόλεμον ἐγεῖραι ἐν Καρκαμὺς ἐπὶ τοῦ Εὐφράτου· καὶ ἐξῆλθεν εἰς ἀπάντησιν αὐτῷ Ἰωσείας.

καὶ διεπέμψατο βασιλεὺς Αἰγύπτου πρὸς αὐτὸν λέγων Τί ἐμοὶ καὶ σοί ἐστιν, βασιλεῦ τῆς Ἰουδαίας;

οὐχὶ πρὸς σέ ἐξαπέσταλμαι ὑπὸ Κυρίου τοῦ θεοῦ, ἐπὶ γὰρ τοῦ Εὐφράτου ὁ πόλεμός μού ἐστιν· καὶ νῦν Κύριος μετʼ ἐμοῦ ἐστιν, καὶ Κύριος μετʼ ἐμοῦ ἐπισπεύδων ἐστίν· ἀπόστηθι, καὶ μὴ ἐναντιου τῷ κυρίῳ.