Esdras i (liber apocryphus)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

ΚΑΙ ἤγαγεν Ἰωσείας τὸ πάσχα ἐν Ἰερουσαλὴμ τῷ κυρίῳ αὐτοῦ, [*](B) καὶ ἔθυσαν τὸ πάσχα τῇ τεσσαρεσκαιδεκάτῃ ἡμέρᾳ τοῦ μηνὸς τοῦ πρώτου,

στήσας τοὺς ἱερεῖς κατʼ ἐφημερίας ἐστολισμένους ἐν τῷ ἱερῷ τοῦ κυρίου.

καὶ εἶπεν τοῖς Λευείταις, ἱεροδούλοις τοῦ Ἰσραήλ, ἁγιάσαι αὐτοὺς τῷ κυρίῳ ἐν τῇ θέσει τῆς ἁγίας κιβωτοῦ τοῦ κυρίου ἐν τῷ οἴκῳ ᾧ ᾠκοδόμησεν Σαλωμὼν ὁ τοῦ Δαυεὶδ ὁ βασιλεύς·

Οὐκ ἔσται ὑμῖν ἄραι ἐπʼ ὤμῶν αὐτήν· καὶ νῦν λατρεύετε τῷ κυρίῳ θεῷ ὑμῶν, καὶ θεραπεύετε τὸ ἔθνος αὐτοῦ Ἰσραήλ, καὶ ἑτοιμάσατε κατὰ τὰς πατριὰς καὶ τὰς φυλὰς ὑμῶυ )(⁵)κατὰ τὴν γραφὴν Δαυεὶδ βασιλέως Ἰσραὴλ καὶ κατὰ τὴν μεγαλειότητα Σαλωμὼν τοῦ υἱοῦ αὐτοῦ·

καὶ στάντες ἐν τῷ ἁγίῳ κατὰ τὴν μεριδαρχίαν τὴν πατρικὴν ὑμῶν τῶν Λευειτῶν τῶν ἔμπροσθεν τῶν ἀδελφῶν ὑμῶν υἱῶν Ἰσραὴλ

ἐν τάξει, (5) θύσατε τὸ πάσχα, καὶ τὰς θυσίας ἑτοιμάσατε τοῖς ἀδελφοῖς ὑμῶν, καὶ ποιήσατε τὸ πάσχα κατὰ τὸ πρόσταγμα τοῦ κυρίου τὸ δοθὲν τῷ Μωυσῆ.

καὶ ἐδωρήσατο Ἰωσείας τῷ λαῷ τῷ εὑρεθέντι ἀρνῶν καὶ ἐρίφων τριάκοντα χιλιάδας, μόσχ χους τρισχιλίους· (8) ταῦτα ἐκ τῶν βασιλικῶν ἐδόθη κατʼ ἐπαγγελίαν τῷ λαῷ καὶ τοῖς ἱερεῦσιν καὶ Λευείταις.

καὶ ἔδωκεν Κελκείας καὶ Ζαχαρίας καὶ Ἠσύηλος οἱ ἐπιστάται τοῦ ἱεροῦ τοῖς ἱερεῦσιν εἰς πάσχα πρόβατα δισχίλια ἑξακόσια, μόσχους τριακοσίους.

καὶ Ἰεχονίας καὶ Σαμαίας καὶ Ναθαναὴλ ὁ ἀδελφὸς καὶ Σαβίας καὶ Οχίηλος καὶ Ἰωρὰμ χιλίαρχοι [*](Ιnscr ο ιερευς A 1 1 Ἰωσιας BᵇA (ira fere ubique) | αυτου] εαυτου A A | εθυσαν] εθυσε Bᵃᵇ + οι υιοι Ιηλ A | τεσσαρεσκαιδ. (τεσσαρισκαιδ. Bᵃ)] τε ιδ’ A (improb τε A?) 3 Λευιταις A (λευιτ. ubique) | αυτους] εαυτους A | του Δ.] pr υιος A 4 τω κυριω θεω] κω τω θω A | υμων 1⁰] ημων A | τας φυλας] om τας A 5 αγιω] ιερω A 5 6 Ισλ| εν ταξει A 6 του κυριου] κῦ A 7 χιλιάδες A 8 Χελκιας BᵇA | συηλος B*A] η συνοδος Bᵃ? ᵇ | post εξακοσια ras 1 lit A? 0 Οχιηλος] ζιηλος Aᵃ? (? A*))

130
[*](B) ἔδωκαν τοῖς Λευείταις εἰς πάσχα πρόβατα χίλια, μόσχους ἑπτακοσίους.

καὶ ταῦτα τὰ γενόμενα· εὐπρεπῶς ἔστησαν οἱ ἱερεῖς καὶ οἱ Λευεῖται, ἔχοντες τὰ ἄζυμα, κατὰ τὰς φυλὰς (¹¹)καὶ κατὰ τὰς μεριδαρχίας τῶν πατέρων ἔμπροσθεν τοῦ λαοῦ, προσενεγκεῖν τῷ κυρίῳ κατὰ τὰ γεγραμμένα ἐν βιβλίῳ Μωυσῆ· καὶ οὕτω τὸ πρωινόν.