Paralipomenon II sive Chronicon II

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

καὶ οἱ παῖδες Σαλωμὼν καὶ οἱ παῖδες Κειρὰμ ἔφερον χρυσίον τῷ Σαλωμὼν ἐκ Σουφεὶρ καὶ ξύλα πεύκινα καὶ λίθον τίμιον.

καὶ ἐποίησεν ὁ βασιλεὺς τὰ ξύλα τὰ πεύκινα ἀναβάσεις τῷ οἴκῳ Κυρίου καὶ τῷ οἴκῳ τοῦ βασιλέως, καὶ κιθάρας καὶ νάβλας τοῖς ᾠδοῖς, καὶ οὐκ ὥφθησαν τοιαῦτα ἔμπροσθεν ἐν γῇ Ἰούδα.

καὶ ὁ βασιλεὺς Σαλωμὼν ἔδωκεν τῇ βασιλίσσῃ Σαβὰ πάντα τὰ θελήματα αὐτῆς ἃ ἥτησεν, ἐκτὸς πάντων ὡν ἤνεγκεν τῷ βασιλεῖ Σαλωμςών· καὶ ἀπέστρεψεν εἰς τὴν γῆν αὐτῆς.

Καὶ ἣν ὁ σταθμὸς τοῦ χρυσίου τοῦ ἐνεχθέντος τῷ Σαλωμὼν ἐν ἐνιαυτῷ ἑνὶ ἑξακόσια ἐξήκοντα ἔξ τάλαντα χρυσίου,

πλὴν τῶν ἀνδρῶν τῶν ὑποτεταγμέναον καὶ τῶν ἐμπορευομένων ἔφερον, καὶ πάντων τῶν βασιλέων τῆς Ἀραβίας καὶ σατραπὰῶν τῆς γῆς, ἔφερον χρυσίον [*](ΙΧ 2 om λογος 2⁰ A 3 ιδεν A | ωκοδομησεν A 4 ουτων A 1⁰] αυτου (ου sup ras seq ras 1 forte lit) Aᵃ (ουτων A*vid) | οινοχοους A | ανεφερον A 5 lilt rescr passim nihil tamen ut vid mutavit B 6 προσεθηκας] pr και A 6 θρονου A | κυριω θεω] λαω A | αιωνα] pr τον A | κριμα] κρισιν A 12 αυτης 2⁰] εαυτης A 14 των εμπορ.] om των A | εφερον 1⁰] pr ων A)

76
[*](B) καὶ ἀργύριρν τῷ βασιλεῖ Σαλωμὼν.

καὶ ἐποίησεν ὁ βασιλεὺς Σαλωμὼν διακοσίους θυρεοὺς χρυσοῦς ἐλατούς, ἑξακόσιοι χρυσοῖ καθαροὶ τῷ ἑνὶ θυρεῷ, ἐξακόσωωι χρυσοῖ ἐπῆσαν ἐπὶ τὸν ἕνα θυρεόν·

καὶ τριακοσίας ἀσπίδας ἐλατὰς χρυσᾶς, καὶ ἔδωκεν αὐτὰς ὁ βασιλεὺς ἐν οἴκῳ δρυμοῦ τοῦ Λβάνου.

καὶ ἐποίησεν ὁ βασιλεὺς θρόνον ἐλεφάντινον ὀδόντων μέγαν, καὶ κατεχρύσωσευ αὐτὸν χρυσίῳ δοκίμῳ.

καὶ ἴξ ἀναβαθμοὶ τῷ θρόνῳ ἐνδεδεμένοι χρυσίῳ, καὶ ἀγκῶνες ἔνθεν καὶ ἔνθεν ἐπὶ τοῦ θρόνου τῆς καθέδρας, καὶ δύο λέοντες ἑστηκότες παρὰ τοὺς ἀγκῶνας.

καὶ δώδεκα λέοντες ἑστηκότες ἐκεῖ ἐπὶ τῶν ἵξ ἀναβαθμῶν ἔνθεν καὶ ἔνθεν· οὐκ ἐγενήθη οὕταmυς ἐν πάσῃ τῇ βασιλείᾳ.

καὶ πάντα τὰ σκεύη τοῦ βασιλέως Σαλωμὼν χρυσίου, καὶ πάντα τὰ σκεύη οἴκου δρυμοῦ τοῦ Λιβάνου χρυσίῳ κατειλημμένα· οὐκ ἤν ἀργύριον λογιζόμενον ἐν ἡμέραις Σαλωμὼν εἰς οὐθέν.