Paralipomenon II sive Chronicon II

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

ὅτι ναῦς τῷ βασιλεῖ ἐπορεύετο εἰς Θαρσεὶς μετὰ τῶν παίδων Κειράμ· ἅπαξ διὰ τριῶν ἐτῶν ἤρχετο πλοῖα ἐκ Θαρσεὶς τῷ βασιλεῖ γέμοντα χρυσίου καὶ ἀργυρίου καὶ ὀδόντων ἐλεφαντίνων καὶ πιθήκων.

καὶ ἐμεγαλύνθη Σαλωμὼν ὑπέρ πάντας τοὺς βασιλεῖς καὶ πλούτῳ καὶ σοφίᾳ.

καὶ πάντες οἱ βασιλεῖς τῆς γῆς ἐζήτουν τὸ πρόσωπον Σαλωμὼν ἀκοῦσαι τῆς σοφίας αὐτοῦ ἧς ἔδωκεν ὁ θεὸς ἐν καρδίᾳ αὐτοῦ.

καὶ αὐτοὶ ἔφερον ἕκαστος τὰ δῶρα αὐτοῦ, σκεύη ἀργυρᾶ καὶ σκεύη χρυσᾶ καὶ ἱματισμόν, στακτὴν καὶ ἡδύσματα, ἵππους καὶ ἡμιόνους, τὸ κατʼ ἐνιαυτὸν ἐνιαυτόν.

καὶ ἤσαν τῷ Σαλωμὼν τέσσαρες χιλιάδες θήλειαι ἵπποι εἰς ἄρματα καὶ δώδεκα χιλιάδες ἱππέων, καὶ ἔθετο αὐτοὺς ἐν πόλεσιν τῶν ἀρμάτων καὶ μετὰ τοῦ βασιλέως ἐν Ἰερουσαλήμ.

καὶ ἦν ἡγούμενος πάντων τῶν βασιλέων ἀπὸ τοῦ ποταμοῦ καὶ ἕως γῆς ἀλλοφύλων καὶ ἕως ὁρίων Αἰγύπτου.

καὶ ἔδωκεν ὁ βασιλεὺς τὸ χρυσίον καὶ τὸ ἀργύριον ἐν Ἰερουσαλὴμ ὡς λίθους, καὶ τὰς κέδρους ὡς συκαμίνους τὰς ἐν τῇ πεδινῇ εἰς πλῆθος.

καὶ ἡ ἔξοδος τῶν ?ἵππων εξ Αἰγύπτου τῶν Σαλωμὼν καὶ ἐκ πάσης τῆς γῆς.

Καὶ οἱ κατάλοιποι λόγοι Σαλωμῶν οἱ πρῶτοι καὶ οἱ ἔσχατοι, ἰδοὺ γεγραμμένοι ἐπὶ τῶν λόγων [*](A) [*](16 χρυσας] τριακοσιων χρυσων ανεφερετο επι την ασπίδα εκαστην· A | δρυμου] pr του A 18 ανκωνες B (αγκ. BᵇA) 19 τη βασιλεια] om τη A 20 κατειλημενα A | ουκ] pr καί A 21 βασιλει 1⁰] + Σαλωμων A | απαξ] ξ sup ras A | πλοια] πλοιον A | γεμοντα] γεμον A 23 της 1⁰] periit τ in A | της 2⁰] ς sup ras Aᵃ 24 εφερεν A vid | ιππους] pr και A | om ενιαυτον 2⁰ A 25 χιλιαδες 1⁰]B μυριαδες A | ιπποι] ιπων A γης] pr της A | οριων] οριου A 27 κεδρους] ου sup ras Aᵃ? 28 τω Σαι. B? A)

77
Ναθὰν τοῦ προφήτου καὶ ἐπὶ τῶν λόγων Ἀχειὰ τοῦ Σηλωνείτου καὶ [*](Β) ἐν ταῖς ὁράσεσιν Ἰωήλ τοῦ ὁρῶντος περὶ Ἰεροβοὰμ υἱοῦ Ναβάτ.

καὶ ἐβασίλευσεν Σαλωμὼν ὁ βασιλεὺς ἐπὶ πάντα Ἰσραὴλ τεσσεράκοντα ἔτη.

καὶ ἐκοιμήθη Σαλωμών, καὶ ἔθαψαν αὐτὸν ἐν πολει Δαυεὶδ τοῦ πατρὸς αὐτοῦ· καὶ ἐβασίλευσεν Ῥοβοὰμ υἱὸς αὐτοῦ ἀντʼ αὐτοῦ.