Paralipomenon II sive Chronicon II

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

καὶ ἐτόξευσαν οἱ τοξόται ἐπὶ βασιλέα Ἰωσείαν· καὶ εἶπεν ὁ βασιλεὺς τοῖς παισὶν αὐτοῦ Ἐξαγάγετέ με, ὅτι ἐπόνεσα σφόδρα.

καὶ ἐξήγαγον αὐτὸν οἱ παῖδες αὐτοῦ ἀπὸ τοῦ ἄρματος καὶ ἀνεβίβασαν αὐτὸν ἐπὶ τὸ ἄρμα τὸ δευτερεῦον ὃ ἦν αὐτῷ, καὶ ἤγαγον αὐτὸν εἰς Ἰερουσαλήμ· καὶ ἀπέθανεν, καὶ ἐτάφη μετὰ τῶν πατέρων αὐτοῦ· καὶ πᾶς Ἰουδὰ καὶ Ἰερουσαλὴμ ἐπένθησαν ἐπὶ Ἰωσείαν.

καὶ ἐθρήνησεν Ἱερεμίας ἐπὶ Ἰωσείαν, καὶ εἶπαν πάντες οἱ ἄρχοντες καὶ αἱ ἄρχουσαι θρῆνον ἐπὶ Ἰωσείαν ἕως τῆς σήμερον, καὶ ἔδωκαν αὐτὸν εἰς πρόσταγμα ἐπὶ Ἰσραήλ, καὶ ἰδοὺ γέγραπται ἐπὶ τῶν θρήνων.

καὶ ἦσαν λόγοι Ἰωσεία καὶ ἡ ἐλπὶς αὐτοῦ γεγραμμένα ἐν νόμῳ Κυρίου,

καὶ οἱ [*](19 a θεραφειμ A | καραισειμ A | γη] pr τη A | om εν 2⁰ A | ενεπυρισεν] A pr και A | Ἰωσιας BᵃᵇA (ita infra identidem) | του βιβλιου] om του A | Χελκιας BᵇA 19b ομοιος 1⁰] ομοιως A*ᵛiᵈ (ο 3 sup ras Ab) | αυτου 1° 2⁰, 3] εαυτου A | τη ισχυι] om τη A | ομοιος 2⁰] + αυτω A 19 c προσ- ταγματα] παροργισματα A 194 τον Ἰουδαν] pr γε A | προσωπου] +μου A 20 επι 2⁰] pr και A | βασιλευς 2⁰] pr ο A 21 om και 3 A | πολεμησαι] ποιησαι A 22 ηκουεν A 23 βασιλεαν A | αυτου] εαυτου A 24 ανε- βιβασεν B | αυτου 2⁰] εαυτου A 25 om και 5° A 26 Ἰωσια A)

126
[*](B) λόγοι αὐτοῦ οἱ πρῶτοι καὶ οἱ ἔσχατοι, ἰδοὺ γεγραμμένοι ἐπὶ βιβλίῳ βασιλέων Ἰσραὴλ καὶ Ἰούδα.

Καὶ ἔλαβεν ὁ λαὸς τῆς γῆς τὸν Ἰωαχὰζ υἱὸν Ἰωσείου, καὶ ἔχρισαν αὐτὸν καὶ κατέστησαν αὐτὸν εἰς βασιλέα ἀντὶ τοῦ πατρὸς αὐτοῦ.

εἴκοσι καὶ τριῶν ἐτῶν Ἰωαχὰζ ἐν τῷ βασιλεύειν αὐτόν, καί τρίμηνον ἐβασίλευσεν ἐν Ἰερουσαλήμ.

καὶ ὄνομα τῆς μητρὸς αὐτοῦ Ἀβειταλ θυγάτηρ Ἰερεμίου ἐκ Λοβενά.

καὶ ἐποίησεν τὸ πονηρὸν ἐνώπιον Κυρίου κατὰ πάντα ἃ ἐποίησαν οἱ πατέρες αὐτοῦ·

καὶ ἔδησεν αὐτὸν Φαραὼ Νεχαὼ ἐν Δαβλαθὰ ἐν γῇ Ἰεμὰθ τοῦ μὴ βασιλεύειν ἐν Ἰερουσαλήμ.

καὶ μετήγαγεν αὐτὸν ὁ βασιλεὺς εἰς Aἴγυπτον, καὶ ἐπέβαλεν φόρον ἐπὶ τὴν γῆν ἑκατὸν τάλαντα ἀργυρίου καὶ τάλαντον χρυσίου.

καὶ κατέστησεν Φαραὼ Νεχαὼ τὸν Ἐλιακεὶμ υἱὸν Ἰωσείου βασιλέως Ἰούδα ἀντὶ Ἰωσείου τοῦ πατρὸς αὐτοῦ, καὶ μετέστρεψεν τὸ ὄνομα αὐτοῦ Ἰωακείμ· καὶ τὸν Ἰωαχὰζ ἀδελφὸν αὐτοῦ ἔλαβεν Φαραὼ Νεχαὼ καὶ εἰσήγαγεν αὐτὸν εἰς Aἴγυπτον, καὶ ἀπέθανεν ἐκεῖ

a καὶτὸ ἀργύριον καὶ τὸ χρυσίον ἔδωκεν τῷ Φαραώ· τότε ἤρξατο ἡ γῆ φορολογεῖσθαι, τοῦ δοῦναι τὸ ἀργύριον ἐπὶ στόμα αραώ· καὶ ἕκαστος κατὰ δύναμιν ἀπῄτει τὸ ἀργύριον καὶ τὸ χρυσίον παρὰ τοῦ λαοῦ τῆς γῆς, δοῦναι τῷ Φαραὼ Νεχαώ.