Paralipomenon II sive Chronicon II

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

καὶ μετὰ τὸ ἑτοιμάσαι αὐτοῖς καὶ τοῖς ἱερεῦσιν, ὅτι οἱ ἱερεῖς ἐν τῷ ἀναφέρειν τὸ στέατα καὶ τὰ ὁλοκαυτώματα ἕως νυκτός, καὶ οἱ Λευεῖται ἡτοίμασαν αὑτοῖς καὶ τοῖς ἀδελφοῖς αὐτῶν υἱοῖς Ἀαρών.

καὶ οἱ ψαλτῳδοὶ υἱοὶ Ἀσὰφ ἐπὶ τῆς στάσεως αὐτῶν κατὰ τὰς ἐντολὰς Δαυείδ, καὶ Ἀσὰφ καὶ Αἱμὰν καὶ Ἰδειθὼμ οἱ προφῆται τοῦ βασιλέως· καὶ οἱ ἄρχοντες καί οἱ πυλωροὶ πύλης καὶ πύλης, οὐκ ἦν αὐτοῖς κινεῖσθαι ἀπὸ τῆς λειτουργίας ἁγίων, ὅτι οἱ ἀδελφοὶ αὐτῶν οἱ Λευεῖται ἡτοίμασαν αὐτοῖς.

καὶ κατορθώθη καὶ ἡτοιμάσθη πᾶσα ἡ λειτουργία Κυρίου ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, τοῦ ποιῆσαι τὸ φάσεχ καὶ ἐνεγκεῖν τὰ ὁλοκαυτώματα ἐπὶ τὸ θυσιαστήριον Κυρίου κατὰ τὴν ἐντολὴν τοῦ βασιλέως Ἰωσεία.

καὶ ἐποίησαν οἱ υἱοὶ Ἰσραὴλ οἱ εὑρεθέντες τὸ φάσεχ τῷ καιρῷ ἐκείνῳ καὶ τὴν ἑορτὴν τῶν ἀζύμων ἑπτὰ ἡμέρας.

καὶ οὐκ ἐγένετο φάσεχ ὄμοιον αὐτῷ ἐν Ἰσραήλ· ἀπὸ ἡμερῶν Σαμουὴλ τοῦ προφήτου καὶ παντὸς βασιλέως Ἰσραὴλ οὐκ ἐποίησαν ὡς τὸ φάσεχ ὃ ἐποίησεν Ἰωσείας καὶ οἱ ἱερεῖς καὶ οἱ Λευεῖται καὶ πᾶς Ἰουδὰ καὶ Ἰσραὴλ ὁ εὺρεθεὶς καὶ οἱ κατοικοῦντες ἐν Ἰερουσαλὴμ τῷ κυρίῳ

τῷ ὀκτωκαιδεκάτῳ ἔτει τῆς βασιλείας Ἰωσεία.

καὶ τοὺς ἐνγαστριμύθους καὶ [*](A) [*](8 μοσχοις B* (μοσχους Bᵃ) 9 Κωνενιας BA] Κωχενιαα (χ sup ras A? | αδελφος] pr ο A | Ἰωηλ] Ιειηλ A | πεντακισχ.] pr προβατα A 10 κατ- ωρθωθη Bᵃᵇ | ουτων 1⁰] εαυτων A 11 εκ] ε sup ras A¹ | εδειραν] εξεδειραν A 12 του λαου] ras του A?ᵛiᵈ | βιβλιω] + νομω A 16 χαλκιοις A | ευωδωθη Bᵃᵇ 14 οιερεις B* (οι ιερ. Bᵃ?ᵇ) 15 οι 1°] αι A* ᵛiᵈ (ο sup ras Aᵇ) | Ἴδιθοῦ) A | πυλης 1⁰] pr της A | οι αδελφοι]l om οι A 16 κατωρ- θωθη BᵃᵇA | Ἰωσια BᵃᵇA 17 ευρεθεν B* (+ τες Bᵃᵇ ᵐᵍ) | τω καιρω] pr εν Bᵃᵇ (superscr) A 18 Σαμουηλ] Ισλμουηλ A*ᵛiᵈ | παντος βασιλεως] παντες βασιλεις A | Ἰωσιας BᵃᵇA | οι Λευειται] om οι A 19 Ἰωσια BᵃᵇA 19α εγγαστριμ. Bᵃᵇ)

125
τοὺς γνώστας καὶ τὰ θαραφεὶν καὶ τὰ εἴδωλα καὶ τὰ καρασεὶμ ἃ ἦν [*](Β) ἐν γῇ Ἰούδα καὶ ἐν Ἰερουσαλὴμ ἐνεπύρισεν ὁ βασιλεὺς Ἰωσείας, ἴνα στήσῃ τοὺς λόγους τοῦ νόμου τοὺς γεγραμμένους ἐπὶ τοῦ βιβλίου οὖ εὗρεν Κελκείας ὁ ἱερεὺς ἐν τῷ οἴκῳ Κυρίου.

ὅμοιος αὐτῷ οὐκ ἐγενήθη ἔμπροσθεν αὐτοῦ ὃς ἐπέστρεψεν πρὸς Κύριον ἐν ὅλῃ καρδίᾳ αὐτοῦ καὶ ἐν ὅλῃ ψυχῇ αὐτοῦ καὶ ἐν ὅλῃ τῇ ἰσχύι αὐτοῦ κατὰ πάντα τὸν νόμον Μωυσῆ, καὶ μετʼ αὐτὸν οὐκ ἀνέστη ὅὶ ος.

πλὴν οὐκ ἀπεστράφη Κύριος ἀπὸ ὀργῆς θυμοῦ αὐτοῦ τοῦ μ. ἱλου, οὗ ὠργίσθη θυμῷ Κύριος ἐν τῷ Ἰούδα ἐπὶ πάντα τὰ προστάγματα ἃ παρώργισεν Μανασσῆς.

καὶ εἶπεν Κύριος Καὶ τὸν Ἰούδαν ἀποστήσω ἀπὸ προσώπου, καθὼς ἀπέστησα τὸν Ἰσραήλ, καὶ ἀπωσάμην τὴν πόλιν ἣν ἐξελεξάμην, τὴν Ἰερουσαλήμ, καὶ τὸν οἶκον ὃν εἶπα Ἔσται τὸ ὄνομά μου ἐκεῖ.

Καὶ ἀνέβη Φαραὼ Νεχαὼ βασιλεὺς Αἰγύπτου ἐπὶ τὸν βασιλέα Ἀσσυρίων ἐπὶ τὸν ποταμὸν Εὐφράτην, καὶ ἐπορεύθη βασιλεὺς Ἰωσείας εἰς συνάντησιν αὐτῷ.

καὶ ἀπέστειλεν πρὸς αὐτὸν ἀγγέλους λέγων Τί ἐμοὶ καὶ σοί, βασιλεῦ Ἰούδα; καὶ οὐ σήμερον πόλεμον πολεμῆσαι· καὶ ὁ θεὸς εἶπεν κατασπεῦσαί με· πρόσεχε ἀπὸ τοῦ θεοῦ τοῦ μετʼ ἐμοῦ, μὴ καταφθείρῃ σε.

καὶ οὐκ ἀπέστρεψεν Ἰωσείας τὸ πρόσωπον αὐτοῦ ἀπʼ αὐτοῦ, ἀλλʼ ἢ πολεμεῖν αὐτὸν ἐκραταιώθη, καὶ οὐκ ἤκουσεν τῶν λόγων Νεχαὼ διὰ στόματος θεοῦ, καὶ ἦλθεν τοῦ πολεμῆσαι ἐν τῷ πεδίῳ Μαγεδών.