Paralipomenon II sive Chronicon II

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

Καὶ μετὰ ταῦτα ἀπέστειλεν Σεναχηρεὶμ βασιλεὺς Ἀσσυρίων τοὺς παῖδας αὐτοῦ ἐπὶ Ἰερουσαλήμ, [*](18 εγκαταλοχισαι Bᵃᵇ εν καταλοχιαις A | ηγνισαν το αγιον] ηγιασαν τον A αγ. A 20 του κυριου] om του A 21 ω] pr εν A | αυτου 1⁰] εαυτου A | ψυχης] pr της A | om και 4 A | ευωδωθη Bᵃᵇ X X X II 2 και το] κατα A 3 αυτου] εαυτου A | των δυνατων] om των A | συνεπισχυσαν A 4 βασιλευς] pr ο A 5 κατεσκαμμενον] κατεσπασμενον A 6 επι 1⁰] εις A | καρδιαν] pr την A 7 του εθνους] om του A 8 om μετ αυτου A 9 αυτου] εαυτου A 9 –28 (Ασσυριων...σιτου) retractavit spiritus et ac- centus adpinxit Aᵇ)

116
[*](B)καὶ αὐτὸς ἐπὶ Λαχεὶς καὶ πᾶσα ἡ στρατεία μετʼ αὐτοῦ, και ἀπέστειλεν πρὸς Ἐζεκίαν βασιλέα Ἰούδα καὶ πρὸς πάντα Ἰουδὰ τὸν ἐν Ἰερουσαλὴμ λέγων

Οὕτως λέγει ὁ βασιλεὺς Ἀσσυρίων Ἐπὶ τί ὑμεῖς πεποίθατε; καθήσεσθε ἐν τῇ περιοχῇ ἐν Ἰερουσαλήμ ;

οὐχὶ Ἐζεκίας ἀπατᾷ ὑμᾶς τοῦ παραδοῦναι ὑμᾶς εἰς θάνατον καὶ εἰς λιμὸν καὶ εἰς δίψαν, λέγων Κύριος ὁ θεὸς ἡμῶν σώσει ὑμᾶς ἐκ χειρὸς βασιλέως Ἀσσούρ;

οὗτός ἐστιν Ἐζεκίας ὅς περιεῖλεν τὰ θυσιαστήρια αὐτοῦ καὶ τὰ ὑψηλὰ αὐτοῦ, καὶ εἶπεν τῷ Ἰούδᾳ καὶ τοῖς κατοικοῦσιν ἐν Ἰερουσαλὴμ λέγων Κατέναντι τοῦ θυσιαστηρίου τούτου προσκυνήσετε καὶ ἐπʼ αὐτῷ θυμιάσετε.

οὐ γνώσεσθε ὅ τι ἐποίησα ἐγὼ καὶ οἱ πατέρες μου πᾶσι τοῖς λαοῖς τῶν χωρῶν μὴ δυνάμενοι ἡδύναντο θεοὶ τῶν ἐθνῶν πάσης τῆς γῆς σώσαι τὸν λαὸν αὐτῶν ἐκ χειρός μου;

τίς ἐν πᾶσι τοῖς θεοῖς τῶν ἐθνῶν τούτων οὓς ἐξωλέθρευσαν οἱ πατέρες μου μὴ ἡδύναντο σῶσαι τὸν λαὸν αὐτῶν ἐκ χειρός μου, ὅτι δυνήσεται ὁ θεὸς ὑμῶν σώσαι ὑμᾶς ἐκ χειρός μου;

νῦν μὴ ἀπατάτω ὑμᾶς Ἐζεκίας, και μὴ πεποιθέναι ὑμᾶς ποιείτω κατὰ ταῦτα, καὶ μὴ πιστεύετε αὐτῷ· ὅτι οὐ μὴ δύνηται ὁ θεὸς παντὸς ἔθνους καὶ βασιλείας τοῦ σῶσαι τὸν λαὸν αὐτοῦ ἐκ χειρός μου καὶ ἐκ χειρὸς πατέρων μου, ὅτι ὁ θεὸς ὑμῶν οὐ μὴ σώσει ὑμᾶς ἐκ χειρός μου.