Paralipomenon II sive Chronicon II

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

καὶ ἔτι ἐλάλησαν παῖδες αὐτοῦ ἐπὶ Κύριον θεὸν καὶ ἐπὶ Ἐζεκίαν παῖδα αὐτοῦ.

καὶ βιβλίον ἔγραψεν ὀνειδίζειν τὸν κύριον θεὸν Ἰσραήλ, καὶ εἶπεν περὶ αὐτοῦ λέγων Ὡς θεοὶ τῶν ἐθνῶν τῆς γῆς οὐκ ἐξείλαντο λαοὺς αὐτῶν ἐκ χειρός μου, οὕτως οὐ μὴ ἐξέληται ὁ θεὸς Ἐζεκίου λαὸν αὐτοῦ ἐκ χειρός μου.

καὶ ἐβόησεν φωνῇ μεγάλῃ Ἰουδαιστὶ ἐπὶ λαὸν Ἰερουσαλὴμ τὸν ἐπὶ τοῦ τείχους τοῦ βοηθῆσαι αὐτοῖς καὶ κατασπάσαι, ὅπως προκαταλάβωνται τὴν πόλιν.

καὶ ἐλάλησεν ἐπὶ θεὸν Ἰερουσαλὴμ καὶ ὡς καὶ ἐπὶ θεοὺς λαῶν τῆς γῆς, ἔργα χειρῶν ἀνθρώπων.

καὶ προσηύξατο Ἐζεκίας ὁ βασιλεὺς καὶ Ἰσαίας υἱὸς Ἀμὼς ὁ προφήτης περὶ τούτων, καὶ ἐβόησεν εἰς τὸν οὐρανόν.

καὶ ἀπέστειλεν Κύριος ἄγγελον· ἐξέτριψεν πᾶν δυνατὸν καὶ πολεμιστὴν καὶ ἄρχοντα καὶ στρατηγὸν ἐν [*](A) [*](9στρατια A | Ιουδα 2⁰] Ἰουδαν A 10 λεγει] + Σενναχηρειμ A | τι] τινι A | καθησεσθε] καθησθαι A 11 om εις 2⁰ A | διψαν] θλιψιν A | ημων] υμων A 12 περιειλε A (?A*) | om εν A | προσκυνησεται A | αυτω] αυτου A | θυμια- σεται A 13 ο τι] τι A | εγω εποιησα A | πασιν A | εδυναντο A 14 τις εν πασιnon inst Bᵇ | πασιν A | εξωλοθρ. Bᵇ | ουτων] εαυτων A 15 αυτου] εαυτου A | ο θεος (2⁰)] om ο A 17 λαους ουτων] τους λ. εαυτων A | αυτου 2⁰] εαυτου A 18 λαον Ιερ.] Ιλημ και τον λαον A 19 θεον] pr τον A | om και 2⁰ A | | θεους λαων A] θυ Σαλωμων B | εργα A] εργων B 20 εβοησαν A 21 αγγε- λου B* (αγγελον B¹) | εξετριψεν] pr και Bᵃb (κ superscr) A | παν] παντα A)

117
τῇ παρεμβολῇ βασιλέως Ἀσσούρ· καὶ ἀπέστρεψεν μετὰ αἰσχύνης [*](B) προσώπου εἰς τὴν γῆν αὐτοῦ. καὶ ἦλθεν εἰς οἶκον θεοῦ αὐτοῦ, καὶ τῶν ἐξελθόντων ἐκ κοιλίας αὐτοῦ κατέβαλον αὐτὸν ἐν ῥομφαία.

καὶ ἔσωσεν Κύριος Ἐζεκίαν καὶ τοὺς κατοικοῦντας ἐν Ἰερουσαλὴμ ἐκ χειρὸς Σενναχηρεὶμ βασιλέως Ἀσσοὺρ καὶ ἐκ χειρὸς πάντων, καὶ κατέπαυσεν αὐτοὺς κυκλόθεν.