Paralipomenon II sive Chronicon II

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

καὶ ἀνέστησαν καὶ καθεῖλαν τὰ θυσιαστήρια τὰ ἐν Ἰερουσαλήμ, καὶ πάντα ἐν οἷς ἐθυ. μιῶσαν τοῖς ψευδέσιν κατέσπασαν καὶ ἔρριψαν εἰς τὸν χειμάρρουν Κεδρὼν.

καὶ ἔθυσαν τὸ φάσεκ τῇ τεσσαρεσκαιδεκάτῃ τοῦ μηνὸς τοῦ δευτέρου· καὶ οἱ ἱερεῖς καὶ οἱ Λευεῖται ἐνετράπησαν καὶ ἥγνισαν, καὶ εἰσήνεγκαν ὁλοκαυτώματα ἐν οἴκῳ Κυρίου.

καὶ ἔστησαν ἐπὶ τὴν στάσιν αὐτῶν κατὰ τὸ κρίμα αὐτῶν κατὰ τὴν ἐντολὴν Μωυσῆ ἀνθρώπου τοῦ θεοῦ, καὶ οἱ ἱερεῖς ἐδέχοντο τὰ αἵματα ἐκ χειρὸς τῶν Λευειτῶν.

ὅτι πλῆθος τῆς ἐκκλησίας οὐχ ἡγνίσθη, καὶ οἱ ἤσαν τοῦ θύειν τὸ φάσεκ παντὶ τῷ μὴ δυναμένῳ ἁγνισθῆναι τῷ κυρίῳ.

ἰτι πλεῖστον τοῦ λαοῦ ἀπὸ Ἐφράιμ καὶ Μανασσὴ καὶ Ἰσσαχὰρ, Ζαβουλὼν, οὐχ ἥγνισαν, ἀλλὰ ἔφαγον τὸ φάσεκ παρὰ τὴν γραφὴν τοῦτο. καὶ προσηύξατο Ἐζεκίας περὶ αὐτῶν λέγων Κύριος ἀγαθὸς ἐξιλάσθω

ὑπέρ πάσης καρδίας κατευθυνούσης ἐκζητησούσης Κύριον τὸν θεὸν τῶν πατέρων αὐτῶν, καὶ οὐ κατὰ τὴν ἁγνείαν τῶν ἁγίων.

καὶ ἐπήκουσεν Κύριος τῷ Ἐζεκίᾳ, καὶ ἰάσατο τὸν λαόν.