Paralipomenon II sive Chronicon II

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

Καὶ ἤρξατο Σαλωμὼν τοῦ οἰκοδομεῖν τὸν οἶκον Κυρίου ἐν Ἰερουσαλὴμ ἐν ὄρει τοῦ Ἀμορειά, ο ὤφθη Κύριος τῷ Δαυεὶδ πατρὶ αὐτοῦ, ἐν τῷ τόπῳ ᾧ ἡτοίμασεν Δαυεὶδ ἐν ἄλῳ Φρνὰ τοῦ Ἰεβουσαίου.

καὶ ἤρξατο οἰκοδομὴ ἐν τῷ μηνὶ τῷ δευτέρῳ ἐν τῷ ἔτει τῷ τετάρτῳ τῆς βασιλείας αὐτοῦ.

Καὶ ταῦτα ἤρξατο Σαλωμὼν τοῦ οἰκοδομῆσαι τὸν οἶκον τοῦ θεοῦ· μῆκος πήχεων ἡ διαμέτρησις ἡ πρώτη πήχεων ἑξήκοντα, καὶ εὗρος πήχεων εἴκοσι.

καὶ αἰλὰμ κατὰ πρόσωπον τοῦ οἴκου, μῆκος ἐπὶ πρόσωπον πλάτος τοῦ οἴκου πήχεων εἴκοσι, καὶ ὕψος πήχεαων ἑκατὸν εἴκοσι· καὶ κατεχρύσωσεν αὐτὸν ἔσωθεν χρυσίῳ καθαρῷ.

καὶ τὸν οἶκον τὸν μέγαν ἐξύλωσεν ξύλοις κεδρίνοις, καὶ κατεχρύσωσεν χρυσίῳ καθαρῷ, καὶ ἔγλυψεν ἐπʼ αὐτοῦ φοίνικας καὶ χαλαστά.

καὶ ἐκόσμησεν τὸν οἶκον λίθοις τιμίοις εἰς δόξαν, καὶ χρυσίῳ χρυσίου τοῦ ἐκ Φαρουάιμ,

καὶ ἐχρύσωσεν οἶκον καὶ τοὺς τοίχους καὶ τοὺς πυλῶνας καὶ τὰ ὀροφώματα καὶ τὰ θυρώματα χρυσίῳ, καὶ ἔγλυψεν χερουβεὶν ἐπὶ τῶν τοίχων.