Paralipomenon II sive Chronicon II

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

καὶ εἶπεν Κειράμ Εὐλογητὸς Κύριος ὁ θεὸς Ἰσραὴλ ὸς ἐποίησεν τὸν οὐρανὸν καὶ τὴν γῆν, ὸς ἔδωκεν τῷ Δαυεὶδ υἱὸν σοφὸν καὶ ἐπιστάμενον σύνεσιν καὶ ἐπιστήμην, ὸς οἰκοδομήκει οἶκον τῷ κυρίῳ καὶ οἶκον τῇ βασιλείᾳ αὐτοῦ.

καὶ νῦν ἀπέσταλκά σοι ἄνδρα σοφὸν καὶ εἰδότα σύνεσιν τὸν Κειρὰμ τὸν πατέρα μου·

ἡ μήτηρ αὐτοῦ ἀπὸ θυγατέρων Δάν, καὶ ὁ πατὴρ αὐτοῦ ἀνὴρ Γύριος, εἰδότα ποιῆσαι ἐν χρυσίῳ καὶ ἐν ἀργυρίῃ καὶ ἐν χαλκῷ καὶ ἐν σιδήρῳ, ἐν λίθοις καὶ ξύλοις, καὶ ὑφαίνειν ἐν τῇ πορφύρᾳ καὶ ἐν τῇ ὑακίνθῳ καὶ ἐν τῇ βύσσῳ καὶ ἐν τῷ κοκκίνῳ, καὶ γλύψαι γλυφάς, καὶ διανοεῖσθαι πᾶσαν διανόησιν, ὅσα ἂν δῷς αὐτῷ μετὰ τῶν σοφῶν σου καὶ σοφῶν Δαυεὶδ κυρίου μου πατρός σου.

καὶ νῦν τὸν σῖτον καὶ τὴν κριθὴν καὶ τὸ ἔλαιον καὶ τὸν οἶνον, ἃ εἶπεν ὁ κύριός μου, ἀποστειλάτω τοῖς [*](6 αυτω οικοδομησαι A | του ουνου ου φερουσιν αυτου sup ras Aᵃ 7 εν A 30] pr και A | κοκκινω] +και εν τη υακινθῳ A | γλυψαι] pr του A | α] ων A 10 δεδωκα] δωδεκα A | κορων 2⁰] κορου A | μετρων] inter με et τρων ins τρων κ χειλιαδας κ ελαιου με Bᵃᵇ (mgg) | χιλιαδας 30] +και ελαιο| καδων εικοσι χιλιαδας A 11 14 retractavit Aᵇ 11 βασιλεα] pr εις A 12 Δαυειδ] + τω βασιλει BᵃᵇA | επιστημην και συνεσιν A | τη βασιλεια] τε βασιλειας A bvid (τη βασιλειας A* ?) | αυτου] εαυτου A 13 πατερα μου] παιδα μου Bᵃᵇᵐᵍ Aᵇ (A* ?) 14 κοκκινων A | πατρος] pr του A 15 α] ον A)

64
[*](Β) παισὶν αὐτοῦ.

καὶ ἡμεῖς κόψομεν ξύλα ἐκ τοῦ Λιβάνου κατὰ πᾶσαν τὴν χρείαν σου, καὶ ἄξομεν αὐτὰ σχεδίαις ἐπὶ θάλασσαν Ἰόππης, καὶ σὺ ἄξεις αὐτὰ εἰς Ἰερουσαλήμ.

καὶ συνήγαγεν Σαλωμὼν πάντας τοὺς ἄνδρας τοὺς προσηλύτους ἐν γῆ Ἰσραὴλ μετὰ τὸν ἀριθμὸν ὃν ἠρίθμησεν αὐτοὺς Δαυεὶδ ὁ πατὴρ αὐτοῦ, καὶ εὑρέθησαν ἑκατὸν πεντήκοντα χιλιάδες καὶ τρισχίλιοι ἑξακόσιοι.

καὶ ἐποίησεν ἐξ αὐτῶν ἑβδομήκοντα χιλιάδας νωτοφόρων, καὶ ὀγδοήκοντα χιλιάδας λατόμων, καὶ τρισχιλίους ἑξακοσίους ἐπὶ τὸν λαόν.