Paralipomenon II sive Chronicon II

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

καὶ ἐπορεύθης ἐν ὁδοῖς βασιλέως Ἰσραήλ, καὶ ἐξεπόρνευσας τὸν Ἰούδαν καὶ τοὺς κατοικοῦντας ἐν Ἰερουσαλὴμ ὡς ἐξεπόρνευσεν οἶκος Ἀχαάβ, καὶ τοὺς ἀδελφούς σου υἱοὺς πατρός σου τοὺς ἄγαθοὺς ὑπέρ σὲ ἀπέκτεινας·

ἰδοὺ Κύριος πατάξει σε πληγὴν μεγάλην ἐν τῷ λαῷ σου καὶ ἐν τοῖς υἱοῖς σου καὶ ἐν γυναιξίν σου καὶ ἐν πάσῃ τῇ ἀποσκευῇ σου·

καὶ σὺ ἐν μαλακίᾳ πονηρᾷ, ἐν νόσῳ κοιλίας, ἕως οὗ ἐξέλθῃ ἡ κοιλία σου μετὰ τῆς μαλακίας ἐξ ἡμερῶν εἰς ἡμέρας.

καὶ ἐπήγειρεν Κύριος ἐπὶ Ἰωρὰμ τοὺς ἀλλοφύλους καὶ τοὺς Ἀραβας καὶ τοὺς ὁμόρους τῶν Αἰθιόπων·

καὶ ἀνέβησαν ἐπὶ Ἰούδαν καὶ κατεδυνάστευον, καὶ ἀπέστρεψαν πᾶσαν τὴν ἀποσκευὴν ἣν εὗρον ἐν οἴκῳ τοῦ βασιλέως καὶ τοὺς υἱοὺς αὐτοῦ καὶ τὰς θυγατέρας αὐτοῦ, καὶ οὐ κατελείφθη αὐτῷ υἱὸς ἀλλ ἣ Οχοζείας ὁ μικρότατος τῶν υἱῶν αὐτοῦ.

καὶ μετὰ ταῦτα πάντα ἐπάταξεν αὐτὸν Κύριος εἰς τὴν κοιλίαν μαλακίαν ἧ οὐκ ἔστιν ἰατρεία.

καὶ ἐγένετο ἐξ ἡμερῶν εἰς ἡμέρας· καὶ ὡς ἦλθεν καιρὸς τῶν ἡμερῶν ἡμέρας δύο, ἐξῆλθεν ἡ κοιλία αὐτοῦ μετὰ τῆς νόσου, καὶ ἀπέθανεν ἐν μαλακίᾳ πονηρῷ· καὶ οὐκ ἐποίησεν ὁ λαὸς αὐτοῦ ἐκφορὰν καθὼς ἐκφορὰν πατέρων αὐτοῦ.

ἦν τριάκοντα καὶ δύο ἐτῶν ὅτε ἐβασίλευσεν, καὶ ὀκτὼ ἔτη ἐβασίλευσεν ἐν Ἰερουσαλήμ· καὶ ἐπορεύθη οὐκ ἐν ἐπαίνῳ, καὶ ἐτάφη ἐν πόλει Δαυείδ, καὶ οὐκ ἐν τάφοις τῶν βασιλέων.

Καὶ ἐβασίλευσαν οἱ κατοικοῦντες ἐν Ἰερουσαλὴμ τὸν Οχοζείαν τὸν υἱὸν αὐτοῦ τὸν μικρὸν ἀντʼ αὐτοῦ, ὅτι πάντας τοὺς πρεσβυτέρους ἀπέκτεινεν τὸ λῃστήριον τὸ ἐπελθὸν ἐπʼ αὐτούς, οἱ Ἄραβες οἱ Αλειμαζονεῖς· καὶ ἐβασίλευσεν Οχοζείας υἱὸς Ἰωρὰμ βασιλέως Ἰούδα.

ὢν εἴκοσι ἐτῶν Οχοζείας ἐβασίλευσεν, καὶ ἐνιαυτὸν ἕνα ἐθάσιλευσεν [*](11 om εν 2⁰ A | Ιουδα 2⁰] Ιουδᾶ] A 12 Ηλιου BᵇA |θεος] pr ο A |πατρος A σου Δαυειδ] Δαδ του πρς σου A |om ανθ ων...πατρος σου (2⁰) A 13 βασιλεως] βασιλω| A | om εν 2⁰ A | οικος] pr ο A | πατρος] pr του A 15 ημερας] α sup ras A¹ 17 Οχοζιας BᵇA 18 om παντα A | μαλακια A | η] pr ἐν A | ιατρια A 19 καιρος] pr ο A 20 ην] η A (ν superscr A¹) | om εβασιλευσεν καί οκτω ετη A | εν ουκ επαινω A X X II 1 Ὀχοζίαν BᵇA (item 9) | Αλμαζονεις BᵇA | ᵇχοζιας BᵇA (ira identidem) | βασιλεως] βασι- λευς A 2 εβασιλευσεν]| )χοζιας A | ενα ενιαυτον A)

96
[*](B) ἐν Ἰερουσαλήμ, καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ Γοθολία θυγάτηρ Ἀμβρεί.

καὶ οὗτος ἐπορεύθη ἐν ὁδῷ οἴκου Ἀχαάβ, ὅτι μήτηρ αὐτοῦ ἦν σύμβουλος τοῦ ἁμαρτάνειν.

καὶ ἐποίησεν τὸ πονηρὸν ἐναντίον Κυρίου ὡς οἶκος Ἀχαάβ, ὅτι αὐτοὶ ἤσαν αὐτῷ μετὰ τὸ ἀποθανεῖν τὸν πατέρα αὐτοῦ σύμβουλοι τοῦ ἐξολεθρεῦσαι αὐτόν,

καὶ ἐν ταῖς βουλαῖς αὐτῶν ἐπορεύθη. καὶ ἐπορεύθη μετὰ Ἰωρὰμ υἱοῦ Ἀχαὰβ εἰς πόλεμον ἐπὶ Ἀζαὴλ βασιλέα Συρίας εἰς Ῥαμὰ Γαλαὰδ· καὶ ἐπάταξαν οἱ τοξόται τὸν Ἰωράμ.

καὶ ἐπέστρεψεν Ἰωρὰμ τοῦ ἰατρευθῆναι εἰς Ἰσραὴλ ἀῃὸ τῶν πληγῶν ὧν ἐπάταξαν αὐτὸν οἱ Σύροι ἐν Ῥαμὰ ἐν τῷ πολεμεῖν αὐτὸν πρὸς Ἀζαὴλ βασιλέα Συρίας· καὶ Οχοζείας υἱὸς Ἰωρὰμ βασιλεὺς Ἰούδα κατέβη θεᾶσθαι τὸν Ἰωρὰμ υἱὸν Ἀχαὰβ εἰς Ἰσραήλ, ὅτι ἠρρώστει.

καὶ παρὰ τοῦ θεοῦ ἐγένετο καταστροφὴ Φχοζείᾳ ἐλθεῖν πρὸς Ἰωράμ· καὶ ἐν τῷ ἐξελθεῖν ἐξῆλθεν μετʼ αὐτοῦ Ἰωρὰμ πρὸς υἱὸν Ναμεσσεὶ χριστὸν Κυρίου τὸν οἶκον Ἀχαάβ.

καὶ ἐγένετο ὡς ἐξεδίκησεν Ἰοὺ τὸν οἶκον Ἀχαάβ, καὶ εὗρον τοὺς Ἰουδα ἄρχοντας καὶ τοὺς ἀδελφοὺς Οχοζεία λειτουργοῦντας τῷ Οχοζείᾳ καὶ ἀπέκτεινεν αὐτούς.

καὶ εἶπεν τοῦ ζητῆσαι τὸν Οχοζείαν· καὶ κατέλαβον αὐτὸν ἰατρευόμενον ἐν Σαμαρείᾳ καὶ ἤγαγον αὐτὸν πρὸς Ἰού, καὶ ἀπέκτεινεν αὐτόν. καὶ ἔθαψαν αὐτόν, ὅτι εἶπαν ζἱὸς Ἰωσαφάτ ἐστιν, ὁς ἐζήτησεν τὸν κύριον ἐν ὅλῃ τῇ καρδίᾳ αὐτοῦ· καὶ οὐκ ἦν ἐν οἶκῳ Φχοζεία κατισχῦσαι δύναμιν περὶ τῆς βασιλείας.

Καὶ Γοθολία ἡ μήτηρ ³Οχοζεία εἶδεν ὅτι τέθνηκεν αὐτῆς ὁ υἱός, καὶ ἠγέρθη καὶ ἀπώλεσεν πᾶν τὸ σπέρμα τῆς βασιλείας ἐν οἴκῳ Ἰούδα.

καὶ ἔλαβεν Ἰωσαβεὲ τὸν Ἰωὰς υἱὸν Οχοζεία, καὶ ἔκλεψεν αὐτὸν ἐκ μέσου υἱῶν τοῦ βασιλέως τῶν θανατουμέναων, καὶ ἔδωκεν αὐτὸν καὶ τὴν τροφὸν αὐτοῦ εἰς ταμεῖον κλινῶν· καὶ ἔκρυψεν αὐτὸν Ἰωσαβεὲ θυγάτηρ τοῦ βασιλέως Ἰωράμ, ἀδελφὴ Ὀχοζείου καὶ γυνὴ Ἰωδᾶε· καὶ ἔκρυψεν αὐτὸν ἀπὸ προσώπου Τοθολίας, καὶ οὐκ ἀπέκτεινεν αὐτόν.

καὶ ἦν μετʼ αὐτοῦ ἐν [*](A) [*](2 Αμβρει]| Ζαμβρι A 4 οικος] pr ο A | εξολοθρευσαι B 5 Αχααμ A | Ῥμὰ] Ρεμμωθ A 6 Ισραηλ] Ιζραελ A (bis) | επαταξεν A | θεασα- σθαι A 7 υιον] pr Ἰηοῦ A | Ναμεσσι A | om τον οικον Αχααβ A 8 Ιηοῦ A | ευρεν A | αρχοντας Ιουδα A | om λειτουίργ. τω ψχοζεια A 9 Σαμαρία A | Ἰηου A | εζητησεν] ἐκζητήσει A | τη καρδεα] om τη A 10 βασιλείας] +αυτου A 11 Ιωσαβεθ A (bis) +(1⁰) θυγατηρl τουβασι- λεως A | υιων] pr των A | ταμειον] τὸ ταμιειον A | Ιωραμ BᵃᵇA] Ιωας B | καί γυνη Ιωδαε] καί Ιωδαε (δάε sup ras) B* γυνή Ιωδαε Bᵃᵇ γ. Ιωιαδα A | Ιωδαε] +αδελφοι B (om αδ. BᵇᵛⁱᵈA) +-του ἱερέως Bᵃᵇᵐοᵍ⁾A | Γοθολιας] pr του βασιλέως Ιωας B* (om BᵇᵛiᵈA) 12a13 αυτου] αυτης A)

97
οἴκῳ τοῦ θεοῦ κατακεκρυμμένος ἔξ ἔτη, καὶ Γοθολία ἐβασίλευσεν [*](B) ἐπὶ τῆς γῆς.