Paralipomenon II sive Chronicon II

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

καὶ εἰρήνευσεν ἡ βασιλεία Ἰωσαφάτ, καὶ κατέπαυσεν αὐτῷ ὁ θεὸς αὐτοῦ κυκλόθεν.

Καὶ ἐβασίλευσεν Ἰωσαφὰτ ἐπὶ τὸν Ἰουδά, ἐτῶν τριάκοντα πέντε ἐν τῷ βασιλεῦσαι αὐτόν, καὶ εἵκοσι πέντε ἔτη ἐβασίλευσεν ἐν Ἰερουσαλήμ, καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ Ἀζουβὰ θυγάτηρ Σολει

καὶ ἐπορεύθη ἐν ταῖς ὁδοῖς τοῦ πατρὸς αὐτοῦ Ἀσά, καὶ οὐκ ἐξέκλινεν τοῦ ποιῆσαι τὸ εὐθὲς ἐνώπιον Κυρίου.

ἀλλὰ τὰ ὑψηλὰ ἔτι ὑπῆρχεν, καὶ ἔτι ὁ λαὸς οὐ κατεύθυνεν τὴν καρδίαν πρὸς Κύριον θεὸν τῶν πατέρων αὐτοῦ.

καὶ οἱ λοιποὶ λόγοι Ἰωσαφὰτ οἱ πρῶτοι καὶ οἱ ἔσχατοι ἰδοὺ γεγραμμένοι ἐν λόγοις Ἰησοῦ τοῦ Ἀνανεί, ὅς κατέγραψεν βιβλίου βασιλέως Ἰσραήλ.

Καὶ [*](22 εναρξασθαι A 22 23 τους εξελθοντας....ορος Σηειρ in mgg inf et A sup Aa 22 Ἰουδαν Aᵃ 23 ανεστησαν A | εξολοθρευσαι B? | εξολεθρευ- θηναι A 25 εσκυλευσαν A | εν αυτοις] εαυτοις A | εγενοντο] εγενετο A 26 om εγενετο A 27 μεγαλη] seq ras 1 lit forte ς in A | ευφραινεν Bᵃᵇ (ευφρενεν B*)] ηυφραινεν A 28 εισηλθον B*A] εισηλθεν Bᵃᵇ | εν 1⁰] εις A | om εν 3⁶ A 29 πεπολεlμησεν A 31 Ἰουδαν A | om πεντε 1⁰ A 32 om εν A | om και 2⁰ A 33 κατευθυνεν] κατʼ ευθυ Bᵇ | αυτου] εαυτων A 34 Ἰησου] Ἰηου A | Ανανι A | βιβλιου] βιβλιον BᵃᵇA)

94
[*](B) μετὰ ταῦτα ἐκοινώνησεν Ἰωσαφὰτ πρὸς Ὀχοζείαν βασιλέα Ἰσραήλ, καὶ οὗτος ἠνόμησεν

ἐν τῷ ποιῆσαι καὶ πορευθῆναι πρὸς αὐτὸν τοῦ ποιῆσαι πλοῖα τοῦ πορευθῆναι εἰς θαρσείς· καὶ ἐποίησεν πλοῖα ἐν Γασιὼν Γάβερ.

καὶ ἐπροφήτευσεν Ἐλειαδὰ ὁ τοῦ Ὠδειὰ ἀπὸ Μαρείσης ἐπὶ Ἰωσαφὰτ λέγων Ὡς ἐφιλίασας τῷ χοζεία, ἔθραυσεν Κύριος τὸ ἔργον σου, καὶ συνετρίβη τὰ πλοῖά σου. καὶ οὐκ ἐδυνάσθη τοῦ πορευθῆναι εἰς bαρσείς.

Καὶ ἐκοιμήθη Ἰωσαφὰτ μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἐτάφη ἐν πόλει Δαυείδ· καὶ ἐβασίλευσεν Ἰωρὰμ υἱὸς αὐτοῦ ἀντʼ αὐτοῦ.

καὶ> αὐτῷ ἀδελφοὶ υἱοὶ Ἰωσαφὰτ ἔξ, καὶ Ἰὴλ καὶ Ζαχαρίας καὶ Μεισαὴλ καὶ Σαφατείας· πάντες οὗτοι υἱοὶ Ἰωσαφὰτ βασιλέως Ἰούδα.

καὶ ἔδωκεν αὐτοῖς ὁ πατὴρ αὐτῶν δόματα πολλά, ἀργύριον καὶ χρυσίον καὶ ὅπλα μετὰ πόλεων τετειχισμένων ἐν Ἰούδα· καὶ τὴν βασιλείαν ἔδωκεν τῷ Ἰωράμ, ὅτι οὗτος πρωτότοκος.

καὶ ἀνέστη Ἰωρὰμ ἐπὶ τὴν βασιλείαν αὐτοῦ καὶ ἐκραταιώθη, καὶ ἀπέκτεινεν πάντας τοὺς ἀδελφοὺς αὐτοῦ ἐν ῥομφαίᾳ καὶ ἀπὸ τῶν ἀρχόντων Ἰσραήλ.

ὄντος αὐτοῦ τριάκοντα καὶ δύο ἐτῶν, κατέστη Ἰωρὰμ ἐπὶ τὴν βασιλείαν αὐτοῦ, καὶ ὀκτὼ ἔτη ἐβασίλευσεν ἐν Ἰερουσαλήμ.

καὶ ἐπορεύθη ἐν ὁδῷ βασιλέως Ἰσραήλ, ὡς ἐποίησεν οἶκος Ἀχαάβ, ὅτι θυγάτηρ Ἀχαὰβ ἦν αὐτοῦ γυνή, καὶ ἐποίησεν τὸ πονηρὸν ἐναντίον Κυρίου.

καὶ οὐκ ἐβούλετο Κύριος ἐξολεθρεῦσαι τὸν οἶκον Δαυείδ, διὰ τὴν διαθήκην ἣν διέθετο τῷ Δαυείδ, καὶ ὡς εἶπεν αὐτῷ δοῦναι αὐτῷ λύχνον καὶ τοῖς υἱοῖς αὐτοῦ πάσας τὰς ἡμέρας.

ἐν ταῖς ἡμέραις ἐκείναις ἀπέστη Ἐδὼμ ἀπὸ τοῦ Ἰούδα, καὶ ἐβασίλευσαν ἐφʼ αὐτοὺς βασιλέα.

καὶ ᾤχετο Ἰωρὰμ μετὰ τῶν ἀρχόντων, καὶ πᾶσα ἡ ἵππος μετʼ αὐτοῦ· καὶ ἐγένετο καὶ ἠγέρθη νυκτός, καὶ ἐπάταξεν Ἐδὼμ τὸν κυκλοῦντα αὐτὸν καὶ τοὺς ἄρχοντας τῶν ἁρμάτων, καὶ ἔφυγεν ὁ λαὸς εἰς τὰ σκηνώματα αὐτῶν.

καὶ ἀπέστη ἀπὸ Ἰούδα Ἐδὼμ ἕως τῆς ἡμέρας ταύτης· τότε ἀπέστη Λομνὰ ἐν τῷ καιρῷ ἐκείνῳ ἀπὸ χειρὸς αὐτοῦ, ὅτι ἐνκατέλιπεν Κύριον θεὸν τῶν πατέρων αὐτοῦ.

[*](A)[*](35 Ιωσαφατ] + βασιλευς Ιουδα A | )χοζειαν] Οζιαν A |ηνομησαι A 36 om προς αυτον...πορευθηναι (2⁰) A | εν Ἰασιων] ἐργασιῶν A 377 Bλειαδα] Ελιέζερ A | Ωδια A | Μαρισης A | Οχοζια A | ηδυνασθη A X X 1 1 αυτου 1⁰] εαυτου A | ετυφη] + παρα τοῖς πατράσιν ἑαυτοῦ A 2 καί 2⁰] pr Α ζαριας A | Ιηλ] Ιειηλ A | Ζαχαρίας] + και Ἀζαρίας A | Μισαηλ BᵇA | Σαφατιας BᵇA 3 πρωτοτ.] pr ο A 5 οντος αυτου] ων αυτος A | αυτου 2⁰] εαυτου A 6 βασιλεως] βασιλεων BᵃᵇA | γυνη] pr η A 7 εξολοθρευσαι Bᵇ 8 εβα- σιλευσαν] εβασιλευσεν (α mop ras A¹) A | αυτους] εαυτους A 10 απο Ιουδα Εδωμ] Κδωμ· αποl χειρος Ιουδα A | Α ομνα] Αοβνα A | εγκατελιπε Bᵇ εγκατε- λειπεν A | Κ υριον] pr τὸν A | αυτου 2⁰] εαυτου A)
95

καὶ γὰρ αὐτὸς ἐποίησεν ὑψηλὰ ἐν πόλεσιν Ἰούδα, καὶ ἐξεπόρνευσαν [*](Β) τοὺς κατοικοῦντας ἐυ Ἰερουσαλήμ, καὶ ἀπεπλάνησεν τὸν Ἰουδά.

καὶ ἦλθεν αὐτῷ ἐν γραφῇ παρὰ Ἠλειοὺ τοῦ προφήτου λέγων Τάδε λέγει Κύριος θεὸς πατρός σου Δαυείδ Ἀνθʼ ὧν οὐκ ἐπορεύθης ἐν ὁδῷ Ἰωσαφὰτ τοῦ πατρός σου καὶ ἐν ὁδοῖς Ἀσὰ βασιλέως Ἰούδα,