Paralipomenon II sive Chronicon II

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

καὶ ἐνετείλατο πρὸς αὐτοὺς λέγων Οὕτως ποιήσετε ἐν φόβῳ Κυρίου, ἐν ἀληθείᾳ καὶ ἐν πλήρει καρδία·

πᾶς [*](A) [*](32 om και 2⁰ A 33 ετεινεν] ενετεινεν A 34 δυνοντος A XΙΧ 1απεστρεψεν B*] επεστρεψεν BᵃᵇA | αυτου] εαυτου A | εις 2⁰] pr εν ειρηνη A 2 Ιηου A | Ανανι A | βασιλευς] βασιλευ BᵃA 3 ευρεθησαν A | κατευ- θυνας A | τον κν] ν κν sup ras Aᵃ? 4 Ιωσαφατ] + εν Ιλημ A | Βηρσαβεε A 6 ποιειτ Aᵃ?(ᵐᵍ) (om A*) | κρισεως] pl retractavit spiritus et accentus ad- pinx usque ad XX 1 Aᵇ 7 γενεσθω] seq ras 1 lit in A | φυλασσετε (-αι A)] pr και A | ποιησεται A (item 9, 10) | ημων] υμων A 8 Λευιτων A 9 εν πληρει καρδια] πληρεις καρδιας A)

91
ἀνὴρ κρίσιν τὴν ἐλθοῦσαν ἐφʼ ὑμᾶς τῶν ἀδελφῶν ἡμῶν τῶν κατοικούντων [*](Β) ἀνὰ μέσον αἵματος, καὶ ἀνὰ μέσον προστάγματος καὶ ἐντολῆς, καὶ δικαιώματα καὶ κρίματα· καὶ διαστελεῖσθε αὐτοῖς, καὶ οὐχ ἁμαρτήσονται τῷ κυρίῳ, καὶ οὐκ ἔσται ἐφʼ ὑμᾶς ὀργὴ καὶ ἐπὶ τοὺς ἀδελφοὺς ὑμῶν· οὕτως ποιήσετε, καὶ οὐχ ἁμαρτήσεσθε.

καὶ ἰδοὺ Ἀμαρίας ὁ ἱερεὺς ἡγούμενος ἐφʼ ὑμᾶς εἰς πᾶν λόγον Κυρίου, καὶ Σαβδείας ὁ ἡγούμενος εἰς οἶκον Ἰούδα πρὸς πᾶν λόγον βασιλέως, καὶ οἱ γραμματεῖς καὶ οἱ Λευεῖται πρὸ προσώπου ὑμῶν· ἰσχύσατε καὶ ποιήσατε, καὶ ἔσται Κύριος μετὰ τοῦ ἀγαθοῦ.

Καὶ μετὰ ταῦτα ἦλθον οἱ υἱοὶ Μωὰβ καὶ οἱ υἱοὶ Ἀμμῶν καὶ μετʼ αὐτῶν ἐκ τῶν Μειναίων πρὸς Ἰωσαφὰτ εἰς πόλεμον.

καὶ ἦλθον καὶ ὑπέδειξαν τῷ Ἰωσαφὰτ λέγοντες Ἥκει ἐπὶ σέ πλῆθος πολὺ ἐκ πέραν τῆς θαλάσσης ἀπὸ Συρίας, καὶ ἰδού εἰσιν ἐν Ἀσὰμ Θμόρά, αὕτη ἐστὶν Ἐνγάδει.

καὶ ἐφοβήθη, καὶ ἔδωκεν Ἰωσαφὰτ τὸ πρόσωπον αὐτοῦ ἐκζητῆσαι τὸν κύριον, καὶ ἐκήρυξαν νηστείαν.

καὶ συνήχθη Ἰούδας ἐκζητῆσαι τὸν κύριον, καὶ ἀπὸ πασῶν τῶν πόλεων Ἰούδας ἦλθον ζητῆσαι τὸν κύριον.

καὶ ἀνέστη Ἰωσαφὰτ ἐν ἐκκλησίᾳ Ἰούδα ἐν Ἰερουσαλὴμ ἐν οἴκῳ Κυρίου κατὰ πρόσωπον τῆς αὐλῆς τῆς καινῆς,

καὶ εἶπεν Κύριε ὁ θεὸς τῶν πατέρων ἡμῶν, οὐχὶ σὺ εἶ θεὸς ἐν οὐρανῷ ἄνω, καὶ σὺ κυριεύεις πασῶν τῶν βασιλειῶν τῶν ἐθνῶν, καὶ ἐυ τῇ χειρί σου ἰσχὺς δυναστείας, καὶ οὐκ ἔστιν πρὸς σέ ἀντίστῆναι;

οὐχὶ σὺ ὁ κύριος ἐξωλέθρευσας τοὺς κατοικοῦντας τὴν γῆν ταύτην ἀπὸ προσώπου Ἰσραήλ, καὶ ἔδωκας αὐτὴν σπέρματι Ἀβραὰμ τῷ ἠγαπημένῳ σου εἰς τὸν αἰῶνα;

καὶ κατῴκησαν ἐν αὐτῇ καὶ ᾠκοδόμησαν ἐν αὐτῇ ἁγίασμα τῷ ὀνόματί σου λέγοντες

Ἐὰν ἐπέλθῃ ἐφʼ ἡμᾶς κακά, όομφαία, κρίσις, θάνατος, λιμός, στησόμεθα ἐναντίον τοῦ οἴκου τοῦ καὶ ἐναντίον σου, ὅτι τὸ ὄνομά σου ἐπὶ τῷ οἴκῳ τούτῳ, καὶ βοησόμεθα πρὸς σέ ἀπὸ τῆς θλίψεως, καὶ ἀκούσῃ καὶ σώσεις.