Paralipomenon II sive Chronicon II

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

καὶ ἐγένετο ὡς εἶδου οἱ ἄρχοντες τῶν ἁρμάτων τὸν Ἰωσαφάτ, καὶ αὐτοὶ εἶπαν Βασιλεὺς Ἰσραήλ ἐστιν, καὶ ἐκύκλωσαν αὐτὸν τοῦ πολεμεῖν· καὶ ἐβόησεν Ἰωσαφάτ, καὶ Κύριος ἔσωσεν αὐτόν, καὶ ἀπέστρεψεν αὐτοὺς ὁ θεὸς ἀπʼ αὐτοῦ.

καὶ ἐγένετο ὡς εἶδον οἱ ἄρχοντες τῶν ἁρμάτων ὅτι οὐκ ἦν βασιλεὺς Ἰσραήλ, καὶ ἀπέστρεψαν ἀπʼ αὐτοῦ.

καὶ ἀνὴρ ἔτεινεν τόξον εὐστόχως καὶ ἐπάταξεν τὸν βασιλέα Ἰσραὴλ ἀνὰ μέσον τοῦ πνεύμονος καὶ ἀνὰ μέσον τοῦ θώρακος· καὶ εἶπεν τῷ ἡνιόχῳ Ἐπίστρεφε τὴν χεῖρά σου καὶ ἐξάγαγέ με ἐκ τοῦ πολέμου, ὅτι ἐπόνεσα.

καὶ ἐτροπώθη ὁ πόλεμος ἐν τῇ ἡμέρᾳ ἐκείνῃ· καὶ ὁ βασιλεὺς Ἰσραὴλ ἦν ἑστηκὼς ἐπὶ τοῦ ἄρματος ἕως ἑσπέρας ἐξ ἐναντίας Συρίας, καὶ ἀπέθανεν δύναντος τοῦ ἡλίου.

Καὶ ἀπέστρεψεν Ἰωσαφὰτ βασιλεὺς Ἰούδα εἰς τὸν οἶκον αὐτοῦ εἰς Ἰερουσαλήμ.

καὶ ἐξῆλθεν εἰς ἀπάντησιν αὐτοῦ Ἰοὺ ὁ τοῦ Ἁνανεὶ ὁ προφήτης καὶ εἶπεν αὐτῷ Βασιλεὺς Ἰωσαφάτ, εἰ ἁμαρτωλῷ σὺ βοηθεῖς ἢ μισουμένῳ ὑπὸ Κυρίου φιλιάζεις; διὰ τοῦτο ἐγένετο ἐπὶ σέ ὀργὴ παρὰ Κυρίου·

ἀλλ᾿ ἢ λόγοι ἀγαθοὶ ηὑρέθησαν ἐν σοί, ὅτι ἐξῆρας τὰ ἄλση ἀπὸ τῆς γῆς Ἰούδα, καὶ κατηύθυνας τὴν καρδίαν σου ἐκζητῆσαι τὸν κύριον.

καὶ κατῴκησεν Ἰωσαφάτ, πάλιν ἐξῆλθεν εἰς τὸν λαὸν ἀπὸ Βεηρσάβεε ἕως ὄρους Ἐφράιμ. καὶ ἐπέστρεψεν αὐτοὺς ἐπὶ Κύριον θεὸν τῶν πατέρων αὐτῶν.

καὶ κατέστησεν κριτὰς πάσαις ταῖς πόλεσιν Ἰούδα ταῖς ἀχυροῖς ἐν πόλει καὶ πόλει.

καὶ εἶπεν τοῖς κριταῖς Ἴδετε τί ὑμεῖς ποιεῖτε, ὅτι οὐκ ἀνθρώπῳ ὑμεῖς κρίνετε ἀλλ᾿ ἢ τῷ κυρίῳ. καὶ μεθʼ ὑμῶν λόγοι τῆς κρίσεως.

καὶ νῦν γενέσθω φόβος Κυρίου ἐφʼ ὑμᾶς· φυλάσσετε καὶ ποιήσετε, ὅτι οὐκ ἔστιν μετὰ Κυρίου θεοῦ ἡμῶν ἀδικία οὐδὲ θαυμάσαι πρόσωπον οὐδὲ λαβεῖν δῶρα.

καὶ γὰρ ἐν Ἰερουσαλὴμ κατέστησεν Ἰωσαφὰτ τῶν ἱερέων καὶ τῶν Λευειτῶν καὶ τῶν πατριαρχῶν Ἰσραὴλ εἰς κρίσιν Κυρίου καὶ κρίνειν τοὺς κατοικοῦντας ἐν Ἰερουσαλήμ.