Paralipomenon II sive Chronicon II

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

καὶ εἶπεν Ἐξελεύσομαι καὶ ἔσομαι πνεῦμα ψευδές ἐν στόματι πάντων τῶν προφητῶν αὐτοῦ. καὶ εἶπεν Ἀπατήσεις, δυνήσῃ· ἔξελθε καὶ ποίησον οὕτως.

καὶ νῦν ἰδοὺ ἔδωκεν Κύριος πνεῦμα ψευδές ἐν στόματι τῶν προφητῶν σου τούτων, καὶ Κύριος ἐλάλησεν ἐπὶ σέ κακά.

καὶ ἤγγισεν Σεδεκίας υἱὸς Χανὰαν καὶ ἐπάταξεν τὸν Μειχαίαν ἐπὶ τὴν σιαγόνα καὶ εἶπεν αὐτῷ Ποίᾳ τῇ ὁδῷ πνεῦμα παρʼ ἐμοῦ πνεῦμα πρὸς σέ, πνεῖμα Κυρίου παρ ἐμοῦ τοῦ λαλῆσαι πρὸς σέ;

καὶ εἶπεν Μειχαίας Ἰδοὺ ὄψῃ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ· εἰσελεύσεται ταμεῖον ἐκ ταμείου τοῦ κατακρυβῆναι.

καὶ εἶπεν βασιλεὺς Ἰσραήλ Λάβετε τὸν Μειχαίαν καὶ ἀποστρέψατε πρὸς Ἐμὴρ ἄρχοντα τῆς πόλεως καὶ πρὸς Ἰωασὰ ἄρχοντα υἱὸν τοῦ βασιλέως,

καὶ ἐρεῖς Οὕτως εἶπεν ὁ βασιλεὺς Ἀποθέσθαι τοῦτον εἰς οἶκον φυλακῆς, καὶ ἐσθιέτω ἄρτον θλίψεως καὶ ὕδωρ θλίψεως ἕως τοῦ ἐπιστρέψαι με ἐν εἰρήνῃ.

καὶ εἶπεν Μειχαίας Ἐὰν ἐπιστρέφων ἐπιστρέψῃς ἐν εἰρήνῃ, οὐκ ἐλάλησεν Κύριος ἐν ἐμοί ἀκούσατε λαοὶ πάντες.

Καὶ ἀνέβη βασιλεὺς Ἰσραὴλ καὶ Ἰωσαφὰτ βασιλεὺς Ἰούδα εἰς Ῥαμὼθ Γαλαὰδ.

καὶ εἶπεν βασιλεὺς Ἰσραὴλ πρὸς Ἰωσαφάτ Κατακάλυψόν με καὶ εἰσελεύσομαι εἰς τὸν πόλεμον, καὶ σὺ ἔνδυσαι τὸν ἱματισμόν μου· καὶ συνεκαλύψατο βασιλεὺς Ἰσραὴλ καὶ εἰσῆλθεν εἰς τὸν πόλεμον.

καὶ βασιλεὺς Συρίας ἐνετείλατο τοῖς ἄρχουσιν τῶν ἁρμάτων τοῖς μετʼ αὐτοῦ λέγων Μὴ πολεμεῖτε τὸν μικρὸν καὶ [*](16 ουκ εχουσιν...εν ειρηνη sup ras A | αναστρεφετω Aᵃ 17 om οτι A A 18 τον κυριον] om τον A | ειστηκει] παρειστικει A 19 Ραμμωθ A | ουτος 1⁰] +ειπεν A 20 αυτος Bᵃᵇ 21 απατησεις] και γε A | δυνησει A 22 των προφητων] pr παντων A 23 ηγγισεν Bᵃᵇ (ηνγ. B*)] εποιησεν A | Κανανα A | τη οδω] om τη A | πνευμα παρ εμου πνευμα] παρηλθεν πυα κυ πα|ρ εμου του λαλησαι A 24 εκεινη] + εν η A | εισελευση A | ταμι- ειον, ταμιειου A 25 Εμηρ] Σεμμηρ A | αρχοντα 1⁰] pr τον A | Ιωας A 26 ερειτε A | αποθεσθαι Β*A] αποθεσθε Bᵃᵇ 28 Ραμμωθ A 29 βασι- λευς 2⁰] pr ο A 30 αυτου B*A] αυτος Bᵃᵇ)

90
[*](Β) τὸν μέγαν ἀλλ᾿ ἢ τὸν βασιλέα Ἰσραὴλ μόνον.

καὶ ἐγένετο ὡς εἶδου οἱ ἄρχοντες τῶν ἁρμάτων τὸν Ἰωσαφάτ, καὶ αὐτοὶ εἶπαν Βασιλεὺς Ἰσραήλ ἐστιν, καὶ ἐκύκλωσαν αὐτὸν τοῦ πολεμεῖν· καὶ ἐβόησεν Ἰωσαφάτ, καὶ Κύριος ἔσωσεν αὐτόν, καὶ ἀπέστρεψεν αὐτοὺς ὁ θεὸς ἀπʼ αὐτοῦ.

καὶ ἐγένετο ὡς εἶδον οἱ ἄρχοντες τῶν ἁρμάτων ὅτι οὐκ ἦν βασιλεὺς Ἰσραήλ, καὶ ἀπέστρεψαν ἀπʼ αὐτοῦ.

καὶ ἀνὴρ ἔτεινεν τόξον εὐστόχως καὶ ἐπάταξεν τὸν βασιλέα Ἰσραὴλ ἀνὰ μέσον τοῦ πνεύμονος καὶ ἀνὰ μέσον τοῦ θώρακος· καὶ εἶπεν τῷ ἡνιόχῳ Ἐπίστρεφε τὴν χεῖρά σου καὶ ἐξάγαγέ με ἐκ τοῦ πολέμου, ὅτι ἐπόνεσα.

καὶ ἐτροπώθη ὁ πόλεμος ἐν τῇ ἡμέρᾳ ἐκείνῃ· καὶ ὁ βασιλεὺς Ἰσραὴλ ἦν ἑστηκὼς ἐπὶ τοῦ ἄρματος ἕως ἑσπέρας ἐξ ἐναντίας Συρίας, καὶ ἀπέθανεν δύναντος τοῦ ἡλίου.

Καὶ ἀπέστρεψεν Ἰωσαφὰτ βασιλεὺς Ἰούδα εἰς τὸν οἶκον αὐτοῦ εἰς Ἰερουσαλήμ.

καὶ ἐξῆλθεν εἰς ἀπάντησιν αὐτοῦ Ἰοὺ ὁ τοῦ Ἁνανεὶ ὁ προφήτης καὶ εἶπεν αὐτῷ Βασιλεὺς Ἰωσαφάτ, εἰ ἁμαρτωλῷ σὺ βοηθεῖς ἢ μισουμένῳ ὑπὸ Κυρίου φιλιάζεις; διὰ τοῦτο ἐγένετο ἐπὶ σέ ὀργὴ παρὰ Κυρίου·

ἀλλ᾿ ἢ λόγοι ἀγαθοὶ ηὑρέθησαν ἐν σοί, ὅτι ἐξῆρας τὰ ἄλση ἀπὸ τῆς γῆς Ἰούδα, καὶ κατηύθυνας τὴν καρδίαν σου ἐκζητῆσαι τὸν κύριον.

καὶ κατῴκησεν Ἰωσαφάτ, πάλιν ἐξῆλθεν εἰς τὸν λαὸν ἀπὸ Βεηρσάβεε ἕως ὄρους Ἐφράιμ. καὶ ἐπέστρεψεν αὐτοὺς ἐπὶ Κύριον θεὸν τῶν πατέρων αὐτῶν.

καὶ κατέστησεν κριτὰς πάσαις ταῖς πόλεσιν Ἰούδα ταῖς ἀχυροῖς ἐν πόλει καὶ πόλει.

καὶ εἶπεν τοῖς κριταῖς Ἴδετε τί ὑμεῖς ποιεῖτε, ὅτι οὐκ ἀνθρώπῳ ὑμεῖς κρίνετε ἀλλ᾿ ἢ τῷ κυρίῳ. καὶ μεθʼ ὑμῶν λόγοι τῆς κρίσεως.