Paralipomenon II sive Chronicon II

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

Καὶ ἐγενήθη τῷ Ἰωσαφὰτ ἔτι πλοῦτος καὶ δόξα πολλή, καὶ ἐπεγαμβρεύσατο ἐν οἴκῳ Ἀχαάβ.

καὶ κατέβη διὰ τέλους ἐτῶν πρὸς Ἀχαὰβ εἰς Σαμάρειαν, καὶ ἔθυσεν αὐτῷ Ἀχαὰβ πρόβατα καὶ μόσχους πολλοὺς καὶ τῷ λαῷ τῷ μετʼ αὐτοῦ, καὶ ἠγάπα αὐτὸν τοῦ συναναβῆναι μετʼ αὐτοῦ εἰς Ῥαμὼθ τῆς Γαλααδείτιδος.

καὶ εἶπεν [*](7 βασιλιας A | αυτου 2⁰] εαυτου A | Αβιαν] Ἀβδιαν A | Ζαχαριαν] pr τον A | A Ναθαναηλ] pr τον A | Μιχαιαν A 8 Λευιται A (bis) | Σαμουιας A | Μανθανιας] Ναθανιας A | Ζαβδιας A | Ιασιηλ A | Σεμιραμωθ A | Ρωβαδωνια (seq ras 1 lit forte ν) | οι μετ] prκαι A | Ελισαμα A | Ιωραμ A 9 βιβλος A 10 κυκλω] pr ταις A 11 επτακοσ.] +τραγους επτακισχιλιους επτακοσιους A 13 εγενετο] + αυτω A | δυνατοι πολεμισται A 16 Μασαιιας A | του Ζαρει] ο του Ζαχρι A 17 om και 2⁰ A | Eλιαδα A 18 om εκατον A 10 οι λειτ.) om οι A | δεδωκεν A X VIII '2 Σαμαριαν A | Ραμμωθ A (item 3) | Γαλααδiτιδος A (item 3))

88
[*](B) Ἀχαὰβ βασιλεὺς Ἰσραὴλ πρὸς Ἰωσαφὰτ βασιλέα Ἰούδα Πορεύσῃ μετʼ ἐμοῦ εἰς Ῥαμὼθ τῆς Γαλααδείτιδος; καὶ εἶπεν αὐτῷ Ὡς ἐγώ, οὕτως καὶ σύ· ὡς ὁ λαός μου, καὶ ὁ λαός σου μετὰ σοῦ εἰς πόλεμον.

καὶ εἶπεν Ἰωσαφὰτ πρὸς βασιλέα Ἰσραήλ Ζήτησον δὴ σήμερον τὸν κύριον.

καὶ συνήγαγεν ὁ βασιλεὺς Ἰσραὴλ τοὺς προφήτας τετρακοσίους ἄνδρας καὶ εἶπεν αὐτοῖς Εἰ πορευθῶ εἰς Ῥαμὼθ Γαλαὰδ εἰς πόλεμον ἢ ἐπίσχω ; καὶ εἶπαν Ἀνάβαινε, καὶ δώσει ὁ θεὸς εἰς τὰς χεῖρας τοῦ βασιλέως.

καὶ εἶπεν Ἰωσαφάτ Οὐκ ἔστιν ὧδε προφήτης τοῦ κυρίου ἔτι καὶ ἐπιζητήσομεν παρʼ αὐτοῦ;

καὶ εἶπεν βασιλεὺς Ἰσραὴλ πρὸς Ἰωσαφάτ Ἔτι ἀνὴρ εἰς τοῦ ζητῆσαι τὸν κύριον δι αὐτοῦ, καὶ ἐγὼ ἐμίσησα αὐτόν, ὅτι οὐκ ἔστιν προφητεύων περὶ ἐμοῦ εἰς ἀγαθά, ὅτι πᾶσαι αἱ ἡμέραι αὐτοῦ εἰς κακά, οὗτος Μειχαίας υἱὸς Ἰεμαάς. καὶ εἶπεν Ἰωσαφάτ Μὴ λαλείτω ὁ βασιλεὺς οὕτως.

καὶ ἐκάλεσεν ὁ βασιλεὺς εὐνοῦχον ἕνα καὶ εἶπεν Ἰάχος Μειχαίαν υἱὸν Ἰεμαά.

καὶ βασιλεὺς Ἰσραὴλ καὶ Ἰωσαφὰτ βασιλεὺς Ἰούδα καθήμενοι ἕκαστος ἐπὶ θρόνου αὐτοῦ καὶ ἐνδεδυμένοι στολάς, καθήμενοι ἐν τῷ εὐρυχώρῳ θύρας πύλης Σαμαρείας, καὶ πάντες οἱ προφῆται ἐπροφήτευον ἐναντίον αὐτῶν.

καὶ ἐποίησεν ἑαυτῷ Σεδεκίας υἱὸς Χανὰαν κέρατα σιδηρᾶ καὶ εἶπεν Τάδε λέγει Κύριος Ἐν τούτοις κερατιεῖς τὴν Συρίαν ἕως ἂν συντελεσθῇ.

καὶ πάντες οἱ προφῆται ἐπροφήτευον οὕτως λέγοντες Ἀνάβαινε εἰς Ῥαμὼθ Γαλαὰδ, καὶ εὐοδωθήσῃ, καὶ δώσει Κύριος εἰς χεῖρας τοῦ βασιλέως.

καὶ ὁ ἅγγελος ὁ πορευθεὶς τοῦ καλέσαι τὸν Μειχαίαν ἐλάλησεν αὐτῷ λέγων Ἰδοὺ ἐλάλησαν οἱ προφῆται ἐν στόματι ἑνὶ ἀγαθὰ περὶ τοῦ βασιλέως, καὶ ἔστωσαν δὴ οἱ λόγοι σου ὡς ἑνὸς αὐτῶν, καὶ λαλήσεις ἀγαθά.

καὶ εἶπεν Μειχαίας Ζῆ Κύριος ὅτι ὁ ἐὰν εἴπῃ ὁ θεὸς πρὸς μέ, αὐτὸ λαλήσω.

καὶ ἦλθεν πρὸς τὸν βασιλέα· καὶ εἶπεν αὐτῷ ὁ βασιλεὺς Μειχαία, εἰ πορευθῶ εἰς Ῥαμὼθ Γαλαὰδ εἰς πόλεμον ἢ ἐπίσχω ; καὶ εἶπεν Ἀνάβαινε, καὶ εὐοδώσεις· καὶ δοθήσονται εἰς χεῖρας ὑμῶν.

καὶ εἶπεν αὐτῷ ὁ βασιλεύς Πσάκις ὁρκίζω σε ἴνα μὴ λαλήσῃς πρὸς μὲ πλὴν τὴν ἀλήθειαν ἐν ὀνόματι Κυρίου;

καὶ εἶπεν Εἶδον τὸν Ἰσραὴλ διεσπαρμένους ἐν τοῖς ὄρεσιν ὡς πρόβατα [*](A) [*](3 μου] σου A | σου 1⁰] μου A 5 Ραμμωθ A 6 επιζητησομεν] μεν sup ras A⁰ 7 Μιχ. A (item infra ubique) | Ιεμαας] Ιεμλα A 8 βα- σιλευς] + Ισλ A | Μιχ. Bᵇ (item 1B. 4. 23. 27) | Ιεμαα] Ιεμλα A 9 Σα. μοριας A 10 Καναανα A | om αν A 11 Ραμμωθ A 12 αγαθα 1⁰] α 3⁰ sup ras A¹ 14 ει πορευθω] εισπορευθω A | Ραμμωθ A 15 ορ- κισω A | λαλησεις A | εμε A | την αληθ.] om την A 16 διεσπαρμ. τον Ισλ A)

89
οἶς οὐκ ἔστιν ποιμήν· καὶ εἶπεν Κύριος Οὐκ ἔχουσιν ἡγούμενον, [*](Β) ἀναστρεφέτωσαν ἕκαστος εἰς τὸν οἶκον αὐτοῦ ἐν εἰρήνῃ.

καὶ εἶπεν ὁ βασιλεὺς Ἰσραὴλ πρὸς Ἰωσαφάτ Οὐκ εἶπά σοι ὅτι οὐ προφητεύει περὶ ἐμοῦ ἀγαθὰ ἀλλ ἢ κακά;

καὶ εἶπεν Οὐχ οὕτως· ἀκούσατε λόγον Κυρίου. εἶδον τὸν κύριον καθήμενον ἐπὶ θρόνου αὐτοῦ, καὶ πᾶσα δύναμις τοῦ οὐρανοῦ εἱστήκει ἐκ δεξιῶν αὐτοῦ καὶ ἐξ ἀριστερῶν αὐτοῦ.

καὶ εἶπεν Κύριος Τίς ἀπατήσει τὸν Ἀχαὰβ βασιλέα Ἰσραήλ, καὶ ἀναβήσεται καὶ πεσεῖται ἐν Ῥαμὼθ Γαλαὰδ; καὶ εἶπεν οὗτος οὕτως, καὶ οὗτος εἶπεν οὕτως.

καὶ ἐξῆλθεν τὸ πνεῦμα καὶ ἔστη ἐνώπιον Κυρίου καὶ εἶπεν Ἐγὼ ἀπατήσω αὐτόν. καὶ εἶπεν Κύριος Ἐν τίνι;