Paralipomenon II sive Chronicon II

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

καὶ Βαιθσουρὰ καὶ τὴν Σοκχὼθ καὶ τὴν Οδολάμ,

καὶ τὴν Γὲθ καὶ τὴν Μαρεισὰν καὶ τὴν Σείββ,

καὶ τὴν Ἀδωραὶ καὶ ΔΛαχεὶς καὶ τὴν Ἀζηκὰ,

καὶ τὴν Σαραὰ καὶ τὴν Ἀλδὼν καὶ τὴν Χεβρὼν ἥ ἐστιν τοῦ Ἰούδα καὶ Βενιαμείν, πόλεις τειχήρεις.

καὶ ὠχύρωσεν αὐτὰς τειχήρεις, καὶ ἔδωκεν ἐν αὐτοῖς ἡγουμένους καὶ παραθέσεις βρωμάτων, ἔλαιον καὶ οἶνον,

κατὰ πόλιν καὶ κατὰ πόλιν θυρεοὺς καὶ δόρατα, καὶ κατίσχυσεν αὐτὰς εἰς πλῆθος σφόδρα· καὶ ἤσαν αὐτῷ Ἰουδὰ καὶ Βενιαμείν.

καὶ οἱ Λευεῖται καὶ οἱ ἱερεῖς οἱ ἦσαν ἐν παντὶ Ἰσραὴλ συνήχθησαν πρὸς αὐτὸν ἐκ πάντων τῶν ὁρίων·

ὅτι ἐνκατέλιπον οἱ Λευεῖται τὰ σκηνάματα τῆς κατασχέσεαως αὐτῶν καὶ ἐπορεύθησαν πρὸς Ἰουδἀ εἰς Ἰερουσαλήμ, ὅτι ἐξέβαλλεν αὐτοὺς Ἰεροβοὰμ καὶ οἱ υἱοὶ αὐτοῦ μὴ λειτουργεῖν Κυρίῳ.

καὶ κατέστησεν αὐτῷ ἱερεῖς τῶν ὑψηλῶν καὶ τοῖς εἰδώλοις καὶ τοῖς ματαίοις καὶ τοῖς μόσχοις, ἃ ἐποίησεν Ἰεροβοάμ· ¹⁶καὶ ἐξέβαλεν αὐτοὺς ἀπὸ φυλῶν Ἰσραὴλ οἵ ἔδωκαν καρδίαν αὐτῶν τοῦ ζητῆσαι Κύριον θεὸν Ἰσραήλ, καὶ ἥλθον εἰς Ἰερουσαλὴμ θῦσαι Κυρίῳ θεῷ τῶν τέρων αὐτῶν.

καὶ κατίσχυσαν τὴν βασιλείαν Ἰούδα· καὶ κατίσχυσεν Ῥοβοὰμ τὸν τοῦ Σαλωμὼν εἰς ἔτη τρία, ὅτι ἐπορεύθη ἐν ταῖς ὁδοῖς Δαυεὶδ καὶ Σαλωμὼν ἔτη τρία.

καὶ ἔλαβεν ἑαυτῷ Ῥοβοὰμ γυναῖκα τὴν Μολλὰθ θυγατέρα Ἰεριμοὺθ υἱοῦ Δαυείδ, Βαίαν θυγατέρα Ἐλιὰν τοῦ Ἰεσσαί.

καὶ ἔτεκεν αὐτῷ υἱοὺς τὸν Ἰαοὺθ καὶ τὸν Σαμαρίαν καὶ τὸν Ῥοολλάμ.

καὶ μετὰ ταῦτα ἔλαβεν ἑαυτῷ τὴν Μααχὰ θυγατέρα Ἀβεσσαλώμ, καὶ ἔτεκεν αὐτῷ τὸν Ἀβιὰ καὶ τὸν Ἰεθθεὶ καὶ τὸν Ζειζὰ καὶ τὸν Ἐμμώθ.

καὶ ἠγάπησεν Ῥοβοὰμ τὴν Μαάχαν θυγατέρα Ἀβεσσαλὼμ ὑπέρ πάσας τὰς γυναῖκας αὐτοῦ καὶ τὰς παλλακὰς αὐτοῦ, ὅτι γυναῖκας δέκα ὀκτὼ εἰχεν καὶ παλλακὰς τριάκοντα· [*](5 εἰς] επι A 6 Βαιθσεεμ B*A] Βαιθλεεμ Bᵃᵇ | Απαν] Αιταν Bᵃᵇ A τον Αιτανι A | bεκωε] pr την A 7 Βαιθσουρα] pr την A | Ὀδολλαμ A 8 Μαρικᾶν A | Ζειφ A 9 Αδωραιμ A 10 Αλδων] Αιαλων A 11 τειχηρεις] τειχεσιν A | om εν A | βρωματων] lilt ων perier in A 11 12 οινον κατα πολιν· B 12 om κατα πολιν και A | θυρεους] lilt θυ perier in A 16 οι ιερεις και οι Aευιται A 14 εγκατελιπον Bᵇ εγκατελειπον A | Λευειτε (sic) A | Ιουδαν A | εξεβαλεν BᵇA | μη] pr του A | Κυριω] pr τω A 16 ουτων 1⁰] εαυτων A | Κυριον] pr τον A | θεω] pr τω A 17 τον του Σ.] ο του Σ. A | om εν A 18 Μολαθ A Ιεριμουθ] δρμουθ A | Βαιαν] Αβαιαν Bᵃᵇ vid και Αβιαιαλ A | Ελιαν] δλιαβ A 19 ετεκον A | om τον Ιαουθ A | Ροολλαμ| Ζαλαμ A 20 Ιεθθι A | Ζιζα A | δμμωθ] Σαλημωθ A 21 Μααχα A | τριακοντα] εξηκοντα A)

80
[*](B) καὶ ἐγέννησεν υἱοὺς εἴκοσι ὀκτὼ καὶ θυγατέρας ἐξήκοντα.

καὶ κατέστησεν εἰς ἄρχοντα Ἀβιὰ τὸν τῆς Μααχὰ εἰς ἡγούμενον ἐν τοῖς ἀδελφοῖς αὐτοῦ, ὅτι βασλεῦσαι διενοεῖτο αὐτόν.

καὶ ηὐξήθη παρὰ πάντας τοὺς υἱοὺς αὐτοῦ ἐν πᾶσιν τοῖς ὁρίοις Ἰούδα καὶ Βενιαμεὶν καὶ ἐν ταῖς πόλεσιν ταῖς ὀχυραῖς, καὶ ἔδωκεν αὐταῖς τροφὰς πλῆθος πολύ, καὶ ήτήσατο πλῆθος γυναικῶν.