Paralipomenon II sive Chronicon II

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

καὶ εἶπεν αὐτοῖς Τί ὑμεῖς βούλεσθε καὶ ἀποκριθήσομαι λόγον τῷ λαῷ τούτῳ, οἵ ἐλάλησαν πρὸς μέ λέγοντες Ἄνες ἀπὸ τοῦ ζυγοῦ οὖ ἔδωκεν ὁ πατήρ σου ἐφʼ ἡμᾶς;

καὶ ἐλάλησαν αὐτῷ τὰ παιδάρια τὰ ἐκτραφέντα μετʼ αὐτοῦ Οὕτως λαλήσεις τῷ λαῷ τῷ λαλήσαντι πρὸς σέ λέγων Ὁ πατήρ σου ἐβάρυνεν τὸν ζυγὸν ἡμῶν καὶ σὺ ἄφες ἀφʼ ἡμῶν, οὕτως ἐρεῖς Ὁ μικρὸς δάκτυλός μου παχύτερος τῆς ὀσφύος τοῦ πατρός μου.

καὶ νῦν ὁ πατήρ μου ἐπαίδευσεν ὑμᾶς ζυγῷ βαρεῖ, καὶ ἐγὼ προσθήσω ἐπὶ τὸν ζυγὸν ἡμῶν· ὁ πατήρ μου ἐπαίδευσεν ὑμᾶς ἐν μάστιξιν, καὶ ἐγὼ [*](29 Ἀχία A | Σηλωνιτου A 30 τεσσαρακ. B? X 2 ηκουσεν] η sup A ras A | υιος] ς sup ras A | απο] απ sup ras Aᵃ 2—3 βοαμ| εν Αιγυπτω και απεστρεψεν Ιεροβοαμ εξ] Αιγυπτου και απεστειλαν (sic) και εκαλεσαν (sic) αυτō· sup ras A ᵃ? (om και απεστρεψεν....Αιγυπτου A* vid) 3 ηλθον] Ισλ A | Ροβοαμ| pr βασιλεα A 4 δουλιας A 5 πορευεσθαι A ερχεσθαι A 8 κατελειπεν A 9 τω λαω) τουτω λογον A 11 ημων] υμων A | μαστιγξιν B* (μαστιξιν BᵇA : itemI 14))

78
[*](B) παιδεύσααν ὑμᾶς ἐν σκορπίοις.

καὶ ἦλθεν Ἰεροβοὰμ καὶ πᾶς ὁ λαὸς πρὸς Ῥοβοὰμ τῇ ἡμἐρᾳ τῇ τρίτῃ ὡς ἐλάλησεν ὁ βασιλεὺς λέγων Ἐπιστρέψατε πρὸς μὲ τῇ ἡμέρᾳ τῇ τρίτῃ.

καὶ ἀπεκρίθη ὁ βασθλεὺς σκληρά, καὶ ἐνκατέλιπεν ὁ βασιλεὺς Ῥοβοὰμ τὴν βουλὴν τῶν πρεσβυτέρων,

καὶ ἐλάλησεν πρὸς αὐτοὺς κατὰ τὴν βουλὴν τῶν νεωτέρων λέγων Ὁ πατήρ μου ἐβάρυνεν τὸν ζυγὸν ἡμῶν, καὶ ἐγὼ προσθήσω ἐπʼ αὐτόν· ὁ πατήρ μου ἐπαίδευσεν ὑμᾶς ἐν μάστιξιν, καὶ ἐγὼ παιδεύσω ὑμᾶς ἐν σκορπίοις.

καὶ οὐκ ἤκουσεν ὁ βασιλεὺς τοῦ λαοῦ, ὅτι ἦν μεταστροφὴ παρὰ τοῦ θεοῦ λέγω Ἀνέστησεν Κύριος τὸν λόγον αὐτοῦ ὃν ἐλάλησεν ἐν χειρὶ Ἀχειὰ τοῦ Σηλωνείτου περὶ Ἰεροβοὰμ υἱοῦ Ναβὰτ

καὶ παντὸς Ἰσραήλ, ὅτι οὐκ ἤκουσεν ὁ βασιλεὺς αὐτῶν. καὶ ἀπεκρίθη ὁ λαὸς πρὸς τὸν βασιλέα λέγων Τίς ἡμῶν μερὶς ἐν Δαυεὶδ καὶ κληρονομία ἐν υἱῷ Ἰεσσαί; εἰς τὰ σκηνώματά σου, Ἰσραήλ· νῦν βλέπε τὸν οἶκόν σου, Δαυείδ. καὶ ἐπορεύθη πᾶς Ἰσραὴλ εἰς τὰ σκηνώματα αὐτοῦ.

καὶ ἄνδρες Ἰσραὴλ καὶ οἱ κατοικοῦντες ἐν πόλεσιν Ἰούδα καὶ ἐθάσι λευσεν ἐπʼ αὐτῶν Ἰεροβοάμ.

καὶ ἀπέστειλεν ἐπʼ αὐτοὺς Ῥοβοὰμ τὸν Ἀδωνειρὰμ τὸν ἐπὶ τοῦ φόρου, καὶ ἐλιθοβόλησαν οἱ υἱοὶ Ἰσραὴλ αὐτὸν λίθοις καὶ ἀπέθανεν· καὶ ὁ βασιλεὺς Ἰεροβοὰμ ἔσπευσεν τοῦ ἀναβῆναι εἰς τὸ ὅρμα τοῦ φυγεῖν εἰς Ἰερουσαλήμ.

καὶ ἠθέτησεν Ἰσραὴλ ἐν τῷ οἴκῳ Δαυεὶδ ἕως τῆς ἡμέρας ταύτης.

Καὶ ἤλθεν Ῥοβοὰμ εἰς Ἰερουσαλήμ, καὶ ἐξεκλησίασεν τὸν Ἰούδαν καὶ Βενιαμείν, ἑκατὸν ὀγδοήκοντα χιλιάδες νεανίσκων ποιοὐνταων πόλεμον· καὶ ἐπολέμει πρὸς Ἰσραὴλ τοῦ ἐπιστρέψαι τὴν βασιλείαν τῷ Ῥοβοάμ.

καὶ ἐγένετο λόγος Κυρίου πρὸς Σαμαίαν ἄνθρωπον τοῦ θεοῦ λέγων 3Εἰπὸν πρὸς Ῥοβοὰμ τὸν τοῦ Σαλωμὼν καὶ πάντα Ἰούδαν καὶ Βενιαμεὶν λέγων

Τάδε λέγει Κύριος Οὐκ ἀναθήσεσθε καὶ οὐ πολεμήσετε πρὸς τοὺς ἀδελφοὺς ὑμῶν· ἀποστρέφετε ἕκαστος εἰς τὸν οἶκον αὐτοῦ, ὅτι παρʼ ἐμοῦ ἐγένετο τὸ ῥῆμα τοῦτο. καὶ ἐπήκουσαν τοῦ λόγου Κυρίου, καὶ ἀπεστράφησαν τοῦ μὴ πορευθῆναι [*](A) [*](13 εγκατελιπεν Bᵇ εγκατελειπεν A 14 ημων] ὑμῶν BᵃᵇA | και εγω (1⁰) καγω A | om και 3⁰ A 15 Αχεια] Κια A Αχια A¹ | Σηλωνιτου A 16 ημων] ημιν A | εις] pr αποτρεχε A |βλεπε] in λ ras aliq B | και 40] κ sup ras B? 17 om και 20, 30 A | εβασιλευσεν επ ουτων] εβασιλευσανl εφ εαυτων A | Ιεροβοαμ] τον Ροβοαμ A 18 om επ αυτους A | Ροβοαμ] pr ο βασιλευς A | Αδωνειραμ Αδωραμ A | ελιθοβολ.] + αυτον A | Ιεροβοαμ Po. βοαμ A | εις (10? 20?)] in ς med ras aliq B? XI 1 εξεκκλ. A | κι λιαδας A | τω Ροβοαμ εαυτω A 3 πανια] pr προς A | Ιουδα A 4 αναβησεσθε] αναβησεται A | και ου] ουδε A | πολεμησεται A | αποστρα- φητε A | επηκουσαν] υπηκουσαν A)

79
ἐπὶ Ἰεροβοάμ.

καὶ κατήκησεν Ῥοβοὰμ εἰς Ἰερουσαλήμ, καὶ [*](B) ᾠκοδόμησεν πόλεις τειχήρεις ἐν τῇ Ἰουδαίᾳ.

καὶ ᾠκοδόμησεν τὴν Βαιθσέεμ καὶ Ἀπὰν καὶ εκῶῶε,