Paralipomenon II sive Chronicon II

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

Καὶ ἤλθεν Ῥοβοὰμ εἰς Συχέμ, ὅτι εἰς Συχὲμ ἤρχετο πᾶς Ἰσραὴλ βασιλεῦσαι αὐτόν.

καὶ ἐγένετο ὡς ἤκουσεν Ἰεροβοὰμ υἱὸς Ναβάτ, καὶ αὐτὸς ἐν Αἰγύπτῳ, ὡς ἔφυγεν ἀπὸ προσώπου Σαλωμὼν τοῦ βασιλέως καὶ κατήκησεν Ἰεροβοὰμ ἐν Αἰγύπτῳ, καὶ ἀπέστρεψεν Ἰεροβοὰμ ἐξ Αἰγύπτου.

καὶ ἀπέστειλεν καὶ ἐκάλεσεν αὐτόν· καὶ ἦλθεν Ἰεροβοὰμ καὶ πᾶσα ἡ ἐκκλησία ἥλθον πρὸς Ῥοβοὰμ λέγοντες

Ὁ πατήρ σου ἐσκλήρυνεν τὸν ζυγὸν ἡμῶν, καὶ νῦν ἄφες ἀπὸ τῆς δουλείας τοῦ πατρός σου τῆς σκληρᾶς καὶ ἀπὸ τοῦ ζυγοῦ αὐτοῦ τοῦ βαρέος οὖ ἔδωκεν ἐφʼ ἡμᾶς, καὶ δουλεύσομέν σοι.

καὶ εἶπευ αὐτοῖς ορεύεσθε ἕως τριῶν ἡμερῶν, καὶ ἔρχεσθε πρὸς μέ· καὶ ἀπῆλθεν ὁ λαός.

καὶ συνήγαγεν ὁ βασιλεὺς Ῥοβοὰμ τοὺς πρεσβυτέρους τοὺς ἑστηκότας ἐναντίον Σαλωμὼν τοῦ πατρὸς αὐτοῦ ἐν τῷ ζῆν αὐτὸν λέγων, Πῶς ὑμεῖς βούλεσθε τοῦ ἀποκριθῆναι τῷ λαῷ τούτῳ λόγον;

καὶ ἐλάλησαν αὐτῷ λέγοντες Ἐὰν ἐν τῇ σήμερον γένῃ εἰς ἀγαθὸν τῷ λαῷ τούτῳ, καὶ εὐδοκήσῃς καὶ λαλήσῃς αὐτοῖς λόγους ἀγαθούς, καὶ ἔσονταί σοι παῖδες πάσας τοὰς ἡμέρας.

καὶ κατέλιπεν τὴν βουλὴν τῶν πρεσβυτέρων ο συνεβουλεύσαντο αὐτῷ, καὶ συνεβουλεύσατο μετὰ τῶν παιδαρίων τῶν συνεκτραφένταων μετ αὐτοῦ τῶν ἑστηκότων ἐναντίον αὐτοῦ.

καὶ εἶπεν αὐτοῖς Τί ὑμεῖς βούλεσθε καὶ ἀποκριθήσομαι λόγον τῷ λαῷ τούτῳ, οἵ ἐλάλησαν πρὸς μέ λέγοντες Ἄνες ἀπὸ τοῦ ζυγοῦ οὖ ἔδωκεν ὁ πατήρ σου ἐφʼ ἡμᾶς;

καὶ ἐλάλησαν αὐτῷ τὰ παιδάρια τὰ ἐκτραφέντα μετʼ αὐτοῦ Οὕτως λαλήσεις τῷ λαῷ τῷ λαλήσαντι πρὸς σέ λέγων Ὁ πατήρ σου ἐβάρυνεν τὸν ζυγὸν ἡμῶν καὶ σὺ ἄφες ἀφʼ ἡμῶν, οὕτως ἐρεῖς Ὁ μικρὸς δάκτυλός μου παχύτερος τῆς ὀσφύος τοῦ πατρός μου.

καὶ νῦν ὁ πατήρ μου ἐπαίδευσεν ὑμᾶς ζυγῷ βαρεῖ, καὶ ἐγὼ προσθήσω ἐπὶ τὸν ζυγὸν ἡμῶν· ὁ πατήρ μου ἐπαίδευσεν ὑμᾶς ἐν μάστιξιν, καὶ ἐγὼ [*](29 Ἀχία A | Σηλωνιτου A 30 τεσσαρακ. B? X 2 ηκουσεν] η sup A ras A | υιος] ς sup ras A | απο] απ sup ras Aᵃ 2—3 βοαμ| εν Αιγυπτω και απεστρεψεν Ιεροβοαμ εξ] Αιγυπτου και απεστειλαν (sic) και εκαλεσαν (sic) αυτō· sup ras A ᵃ? (om και απεστρεψεν....Αιγυπτου A* vid) 3 ηλθον] Ισλ A | Ροβοαμ| pr βασιλεα A 4 δουλιας A 5 πορευεσθαι A ερχεσθαι A 8 κατελειπεν A 9 τω λαω) τουτω λογον A 11 ημων] υμων A | μαστιγξιν B* (μαστιξιν BᵇA : itemI 14))

78
[*](B) παιδεύσααν ὑμᾶς ἐν σκορπίοις.