Paralipomenon I sive Chronicon I

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

καὶ υἱοὶ Ἰωακείμ· [*](A) [*](51 Αρει· A | Βαιθγαιδων] Βαιθγεδωρ A 52 Αιω Εσειρα Μων.]) Αραα· Εσει· Αμμανιθʼ A 53 δμοσφ.) Θυμασφας A | πολεις Ιαειρ] Κ αριαθιαερ A | Μειφειθειμ] Ηφιθειν A | Ησαμαθειν A | Ημασαραειν A | υιοι Εσθααμ οι Εσθαωλαιοι A 54 Βαιθλεεμ A | Μετωφαθει] και Ν ετωφαθι A | Ιωβαβ A | Μαλαθει Μαναθ A | Ησαραει A 55 γραμματαιων A | Γαμες] εν Γαβης A | Σαμαθιειμ| pr και A | Κιναιοι A | εκ Μεσημα] in εσ corr aloq B? εξ Αιμαθ A | Ρηχαβ A III 1 Αχινααμ A | Ισραηλιτιδι A | Δαμνιηλ] Δαλουια A | Αβιγαια A 2 Θοαμαι] Θολμει A | Γεσουρ A | Αδωνια A 3 Σαβατεια της Σαβειταλ] Σαφατιας της Αβιταλ A | Ιθαραμ]| Ιεθραμ A | Αλα] Αγλα A 4 Χεβρων] +και εβασιλευσεν εκει επτα ετη και| εξαμηνον· A 5 Σαμαα A | Σωβαβ A | om και 2⁰ A 6 Βααρ] Ιεβααρ A | Ελεισα] Bλι. σαμα A | Ελιφαλετ A (item 8) 7 Ναγε A | Ναφεγ A | Ιανουε] Ιαφιε A 8 Eλισαμα A | Ελεδα A 9 αδελφη] pr η A 10 υιος 1⁰] pr ο A 11 Οζιας A 12 Αζαριας A | Ιωναθαν A 13 Αχας ...αυτου (30) sup ras A¹? vel forte a? 14 Αμνων] Αμως BᵃᵇA1?vel forte ᵃ? | Iωσιας A 15 Ιωσια A | Σεδεκιας A | Σαλλουμ A)

7
Ἰεχονίας υἱὸς αὐτοῦ, Σεδεκίας υἱὸς αὐτοῦ.

καὶ υἱοὶ Ἰεχονία· Ἀσείρ, [*](B) Σαλαθιὴλ υἱὸς αὐτοῦ,

Μελχειρὰμ καὶ Φαλδαίας καὶ Σανεσὰρ καὶ Ἰεκενιὰ καὶ Ὡσαμὼθ καὶ Δενεθεί.

καὶ υἱοὶ Σαλαθήλ· Ζοροβάβελ· Μοσολόαμος καὶ Ἁναναιά, καὶ Σαλωμεθεὶ ἀδελφὴ αὐτῶν,

καὶ Ἁσουβὲ καὶ Ὀσὰ καὶ Βαραχιαὶ καὶ Ἀσαδιὰ καὶ Ἀροβάσοκ, πέντε.

καὶ υἱοὶ Ἁνανιά, Φαλλετί, καὶ Ἰσαβὰ υἱὸς αὐτοῦ, Ῥαφὰλ υἱὸς αὐτοῦ, Ὀρνὰ υἱὸς αὐτοῦ, Ἀβδειὰ υἱὸς αὐτοῦ, Σεχενιὰ υἱὸς αὐτοῦ.

καὶ υἱὸς Σεχενιά· Σαμαιά. καὶ υἱὸς Σαμαιά· Χόττούς, καὶ Ἰωήλ καὶ Μαρεὶ καὶ Νωαδειὰ καὶ Σαφάθ, ἕξ.

καὶ υἱρὶ Νωαδειά· Ἐλειθανὰ καὶ Ἐζεκιὰ καὶ Ἐζρεικάν, τρεῖς.

καὶ υἱοὶ Ἐλειθενάν· ¹Οδολιὰ καὶ Ἀσεὶβ καὶ Φορὰ καὶ Ἰακοὺν καὶ Ἰωανάν καὶ Δαλααιὰ καὶ Μανεί, ἑπτά.

Καὶ υἱοὶ Ἰούδα· Φἀρες, Ἀρσὼν καὶ Χαρμεὶ καὶ Ὥρ, Σουβάλ,

καὶ Ῥαδὰ υἱὸς αὐτοῦ· καὶ Σουβὰλ ἐγέννησεν τὸν Ἴεθ, καὶ Ἴεθ ἐγέννησεν τὸν Ἀχειμεὶ καὶ τὸν Λάαθ· αὗται αἱ γενέσεις τοῦ Ἀραθεί.

καὶ οὗτοι υἱοὶ Αἰτὰν· Ἀζραὴλ καὶ Ῥαγμὰ καὶ Ἰαβάς, καὶ ὄνομα ἀδελφῆς αὐτῶν Ἑσηλεββών.

καὶ Φανουὴλ πατὴρ Γεδώρ, καὶ Ἀζὴρ πατὴρ Ὡσάν· οὗτοι υἱοὶ Ὥρ τοῦ πρωτοτόκου Ἐφράθα πατρὸς Βαιθλάδεν.

καὶ τῷ Σαρὰ πατρὶ Θεκῶε ἦσαν δύο γυναῖκες, Ἀωδὰ καὶ Θοαδά.

καὶ ἔτεκεν αὐτῷ Ἀωδὰ τὸν Ὠχαιὰ καὶ τὸν Ἡφὰλ καὶ τὸν Θαιμὰν καὶ τὸν Ἁσηρόν· πάντες οὗτοι υἱοὶ Ἀἁὡδας.