Paralipomenon I sive Chronicon I

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

Καὶ οὖτοι ἦσαν υἱοὶ Δαυεὶδ οἱ τεχθέντες αὐτῷ ἐν Χεβρών· ὁ πρωτότοκος Ἀμνὼν τῇ Ἀχεινάαμ τῇ Ἰσραηλείτιδι, ὁ δεύτερος Δαμνιὴλ τῆ Ἀβειγαίᾳ τῇ Καρμηλίᾳ,

ὁ τρίτος Ἀβεσσαλὼμ υἱὸς Μωχὰ θυγατρὸς Θοαμαὶ βασιλέως Γεδσούρ, ὁ τέταρτος Ἀδωνειὰ υἱὸς Ἁγγείθ,

ὁ πέμπτος Σαβατειὰ τῆς Σαβειτάλ, ὁ ἕκτος Ἰθαρὰμ τῇ Ἀλα γυναικὶ αὐτοῦ.

ἓξ ἐγεννήθησαν αὐτῷ ἐν Χεβρών. καὶ τριάκοντα καὶ τρία ἔτη ἐβασίλευσεν ἐν Ἰερουσαλήμ.

καὶ οὗτοι ἐτέχθησαν αὐτῷ ἐν Ἰερουσαλήμ· Σάμον, Σωβάν, Ναθὰν καὶ Σαλωμών, τέσσαρες τῇ Βηρσάβεε θυγατρὶ Ἀμιήλ,

καὶ Βαὰρ καὶ Ἐλεισὰ καὶ Ἐλειφαλὴθ

καὶ Νάγαι καὶ Νάφαθ καὶ Ἰανοῦε

καὶ Ἐλεισαμὰ καὶ Ἐλειδὰ καὶ Ἐλειφάλα, ἐννέα·

πάντες υἱοὶ Δαυείδ, πλὴν τῶν υἱῶν τῶν παλλακῶν· καὶ Θημὰρ ἀδελφὴ αὐτῶν.

Υἱοὶ Σαλωμών· Ῥοβοάμ, Ἀβειὰ υἱὸς αὐτοῦ, Ἀσὰ υἱὸς αὐτοῦ, Ἰωσαφὰτ υἱὸς αὐτοῦ,

Ἰωρὰμ υἱὸς αὐτοῦ, Οζειὰ υἱὸς αὐτοῦ, Ἰωὰς υἱὸς αὐτοῦ,

Ἀμασίας υἱὸς αὐτοῦ, Ἀζαριὰ υἱὸς αὐτοῦ, Ἰωαθὰν υἱὸς αὐτοῦ,

Ἀχὰς υἱὸς αὐτοῦ, Ἐζεκίας υἱὸς αὐτοῦ, Μανασσῆς υἱὸς αὐτοῦ,

Ἀμνὼν υἱὸς αὐτοῦ, Ἰωσειὰ υἱὸς αὐτοῦ.

καὶ υἱοὶ Ἰωσειά· πρωτότοκος Ἰωανάν, ὁ δεύτερος Ἰωακείμ, ὁ τρίτος Σεδεκιά, ὁ τέταρτος Σαλούμ.