Paralipomenon I sive Chronicon I

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

ὁ ἕκτος τῷ μηνὶ τῷ ἕκτῳ Ὀδουίας ὁ τοῦ Ἐκκὴς ὁ εκωνείτης, καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ τέσσαρες καὶ εἴκοσι χιλιάδες.

ὁ ἕβδομος τῷ μηνὶ τῷ ἑβδόμῳ Κέσλης ὁ ἐκ Φαλλοὺς ἀπὸ τῶν υἱῶν Ἐφράιμ, καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ τέσσαρες καὶ είκοσι χιλιάδες.

ὁ ὄγδοος τῷ μηνὶ τῷ ὀγδόῳ Σοβοχαὶ ὁ Ἰσαθεὶ τῷ Ζαριά, καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ τέσσαρες καὶ είκοσι χιλιάδες.

ὁ ἔνατος τῷ μηνὶ τῷ ἐνάτῳ Ἀβιέζερ ἐξ Ἀναθὰθ ἐκ γῆς ενιαμείν, καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ τέσσαρες καὶ εἵκοσι χιλιάδες.

ὁ δέκατος τῷ μηνὶ τῷ δεκάτῳ Μεηρὰ ὁ ἐκ Νετουφὰτ τῷ Ζαρεί, καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ τέσσαρες καὶ εἴκοσι χιλιάδες.

ὁ ἑνδέκατος τῷ μηνὶ τῷ ἑνδεκάτῳ Βαναίας ὁ ἐκ Φαραθὼν τῶν υἱῶν Ἐφράιμ, καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ τέσσαρες καὶ εἴκοσι χιλιάδες.

ὁ δωδέκατος εἰς τὸν μῆνα τὸν δωδέκατον Κολδειὰ ὁ ἐκ Nετωφατεὶ τῷ Γοθονιήλ, καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ τέσσαρες καὶ εἴκοσι χιλιάδες.

Καὶ ἐπὶ τῶν φυλῶν Ἰσραήλ, τῶν Ῥουβὴν ἡγούμενος Ἐλιέζερ ὁ τοῦ Ζεχρεί· τῷ Συμεὼν Σαφατίας ὁ τοῦ Μαχά·

τῷ Λευεὶ Ἀσαβίας ὁ τοῦ Σαμουὴλ· τῷ Ἀαρὼν Σαδώκ·

τῷ Ἰούδα Ἐλιὰβ τῶν ἀδελφῶν Δαυείδ· τῷ Ἰσσαχὰρ Ἀμβρεὶ ὁ τοῦ Μεισαῆλ·

τῷ Σαβουλὼν Σαμαίας ὁ τοῦ Ἀβδειού· τῷ Νεφθαλεὶ Ἐρειμὼθ ὁ τοῦ Ἐσρειήλ·

τῷ Ἐφράιμ Ὡσὴ ὁ τοῦ Ὀζειού· τῷ ἡμίσει φυλῆς Μανασσὴ Ἰωήλ ὁ τοῦ Φαλαδαιά·

τῷ ἡμίσει φυλῆς Μανασσὴ τῶν ἐν τῆ Γαλαὸβ Ἰαδδαὶ ὁ τοῦ Σαβδειού· τοῖς υἱοῖς Βενιαμεὶν Ἀσειὴρ ὁ τοῦ Ἀβεννήρ·