Paralipomenon I sive Chronicon I

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

ἅ ἔλαβεν ἐκ πόλεων καὶ ἐκ τῶν λαφύρων, καὶ ἡγίασεν ἀπʼ αὐτῶν τοῦ μὴ καθυστερῆσαι τὴν οἰκοδομὴν τοῦ οἴκου τοῦ θεοῦ·

καὶ ἐπὶ πάντων τῶν ἁγίων τοῦ θεοῦ Σαμουὴλ τοῦ προφήτου καὶ Σαοὺλ τοῦ Κεὶς καὶ Ἀβεννὴρ τοῦ Νὴρ καὶ Ἰωὰβ τοῦ Σαρουιά, πᾶν ὁ ἡγίασεν διὰ χειρὸς Σαλωμὼθ καὶ τῶν ἀδελφῶν αὐτοῦ.

τῷ Ἰσσαρεὶ Κωνενειὰ καὶ υἱοὶ τῆς ἐργασίας τῆς ἔξω ἐπὶ τὸν Ἰσραὴλ τοῦ γραμματεύειν καὶ διακρίνειν.

τῷ Κεβρωνεὶ Ἀσαβίας καὶ οἱ ἀδελφοὶ αὐτοῦ οἱ δυνατοί, χίλμωι καὶ ἑπτακόσιοι ἐπὶ τῆς ἐπισκέψεως τοῦ Ἰσραὴλ πέραν τοῦ Ἰορδάνου πρὸς δυσμαῖς εἰς πᾶσαν λειτουργίαν Κυρίου καὶ ἐργασίαν τοῦ βασιλέως.

τοῦ Κεβρωνεὶ Γουδείας ὁ ἄρχων τῶν Κεβρωνεί, κατὰ γενέσεις αὐτῶν κατὰ πατριάς· ἐν τῷ τεσσερακοστῷ ἔτει τῆς βασιλείας αὐτοῦ ἐπεσκέπησαν, καὶ εὑρέθη ἀνὴρ δυνατὸς ἐν αὐτοῖς ἐν Ῥιαζὴρ τῆς Γαλααδείτιδος.

καὶ οἱ ἀδελφοὶ αὐτοῦ, υἱοὶ οἱ δυνατοί, δισχίλιοι ἑπτακόσιοι οἱ ἄρχοντες πατριῶν· καὶ κατεστησεν αὐτοὺς Δαυεὶδ ὁ βασιλεὺς ἐπὶ τοῦ Ῥουβηνεὶ καὶ Γαδδεὶ καὶ ἡμίσους φυλῆς Μανασσὴ εἰς πᾶν πρόσταγμα Κυρίου καὶ λόγον βασιλέως.

Καὶ οἱ υἱοὶ Ἰσραὴλ κατʼ ἀριθμὸν αὐτῶν ἄρχοντες τῶν πατριῶν χιλίαρχοι καὶ ἑκατόνταρχοι καὶ γραμματεῖς οἱ λειτουργοῦντες τῷ λαῷ καὶ εἰς πᾶν λόγον τοῦ βασιλέως κατὰ διαιρέσεις, πᾶν λόγον τοῦ εἰσπορευομένου καὶ ἐκπορευομένου μῆνα ἐκ μηνός, εἰς πάντας τοὺς μῆνας τοῦ ἐνιαυτοῦ, διαίρεσις μία εἵκοσι καὶ τέσσαρες χιλιάδες.

καὶ ἐπὶ τῆς διαιρέσεως τῆς πρώτης τοῦ μηνὸς τοῦ πρώτου Σοβὰ ὁ τοῦ Ζαβδειήλ, καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ εἵκοσι καὶ τέσσαρες χιλιάδες.

ἀπὸ τῶν υἱῶν Φάρες ἄρχων πάντων τῶν ἀρχόντων τῆ δυνάμεαος τοῦ μηνὸς τοῦ πρώτου.

καὶ ἐπὶ τῆς διαιρέσεως τοῦ μηνὸ τοῦ δευτέρου Δωδειὰ ὁ Ἐκχώχ, καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ εἴκοσι καὶ τέσσαρες χιλιάδες, ἄρχοντες δυνάμεως.

ὁ τρίτος τὸν μῆνα τὸ τρίτον Βαναίας ὁ τοῦ Ἰωδᾶε ὁ ἱερεὺς ὁ ἄρχων, καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ τέσσαρες καὶ εἴκοσι χιλιάδες.

αὐτὸς Βαναίας δυνατώτερο τῶν τριάκοντα καὶ ἐπὶ τῶν τριάκοντα, καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ [*](A) [*](27 ποιεων HA?] τῶν πολεμων A* | δαφυρων B 28 om του θεοῦ A | Σαρουιας A | ηγιασαν A 29 Ισσαρει] Ικααρι A | Κωνενεια] Χωχενιας Α | υιοι]+ηγιασαν Α 30Χεβρωνι Α | οι δυνατοι] νιοι δ. Α | κυριου] τω κω Α  31 τον Χεβρωνει] τω Χεβρωνι Α | Τονδειασ] Ιωριασ Α | τεσσαρα- κοστω B ab | Ριαζηρ] Ιαζηρ A | Γαλααδιτιδος A 32 οι δυν. δισχιλιοι δυνατοι χιλιοι A | οι αρχ.] om οι A | Ρουβηνι A | Γαδδι A | ημισεις ΒA παν προσταγμα Κυριου] πανια λογον του θῦ A X XVII 1 οι υιοι] om οι A | παν λογον (20)] εις πανια λογον A | om και 6⁰ A 2 Σοβαλ] Ισβοαμ A 4 Δωλεια Bᵇ Δωδια A | βκχωχ] Αωθι A 6 τα και επ (1⁰)...υιος αυτου sup ras A | αυτου 1⁰] ουτων Aa)

55
Λαιβαζὰθ υἱὸς αὐτοῦ. ⁷ὁ τέταρτος εἰς τὸν μῆνα τὸν τέταρτον Ἀσαὴλ [*](B) ὁ ἀδελφὸς Ἰωὰβ καὶ Ἀβδεἰας ὁ υἱὸς αὐτοῦ καὶ οἱ ἀδελφοί, καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ τέσσαρες καὶ εἵκοσι χιλιάδες.

ὁ πέμπτος τῷ μηνὶ τῷ πέμπτῳ ὁ ἡγούμενος Σαλαὼθ ὁ Ἐσρᾶε, καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ εἴκοσι τέσσαρες χιλιάδες.