Paralipomenon I sive Chronicon I

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

καὶ οὐκ ἔστιν ὡς ὁ λαός σου Ἰσραὴλ ἔθνος ἔτι ἐπὶ τῆς γῆς, ὡς ὡδήγησεν αὐτὸν ὁ θεὸς τοῦ λυτρώσασθαι ἑαυτῷ λαόν, τοῦ θέσθαι αὐτῷ ὄνομα μέγα καὶ ἐπιφανές, τοῦ ἐκβαλεῖν ἀπὸ προσὤπου λαοῦ σου οὓς ἐλυτρώσω ἐξ Αἰγύπτου ἔθνη.

καὶ ἔδωκας τὸν λαόν σου Ἰσραὴλ σεαυτῷ λαὸν ἕως αἰῶνος, καὶ σὺ Κύριος αὐτοῖς εἰς θεόν.

καὶ νῦν, Κύριε, ὁ λόγος σου ὃν ἐλάλησας πρὸς τὸν παῖδά σου καὶ ἐπὶ τὸν οἶκον αὐτοῦ πιστωθήτω ἕως αἰῶνος,

λεγόντων Κύριε Κύριε αντοκράτωρ θεὸς Ἰσραήλ· καὶ οἶκος Δαυεὶδ παιδός σου ἀνωρθωμένος ἐναντίον σου.

ὅτι σὺ ἤνοιξας τὸ οὗς τοῦ παιδός σου τοῦ οἰκοδομῆσαι αὐτῷ οἶκον· διὰ τοῦτο εὗρεν ὁ παῖς σου τοῦ προσεύξασθαι κατὰ πρόσωπόν σου.

καὶ νῦν, Κύριε, σὺ εἶ αὐτὸς θεός, καὶ ἐλάλησας ἐπὶ τὸν δοῦλόν σου τὰ ἀγαθὰ ταῦτα.

καὶ νῦν ἤρξαι εὐλογῆσαι τὸν οἶκον τοῦ παιδός σου τοῦ εἶναι εἰς τὸν αἰῶνα ἐναντίον σου· ὅτι σὺ εὐλόγησας, καὶ εὐλόγησον εἰς τὸν αἰῶνα.

[*](13 υιον BU+05D0c.a ᵐᵍ A] λαον U+05D0* | αποστησω απ αυτου BU+05D0c.a A] απεστησα απ U+05D0A ουτων U+05D0* | om οντων A 14 θρόνος] pr ο U+05D0 | ανορθωμενος A 15 λογους] λ sup ras (ubi prius δ) B? 16 απεναντίον U+05D0 | Κυριε] κς U+05D0 17 επιθες U+05D0A | κε] κ non inst Bb 18 om ετι U+05D0* (superscr U+05D01) 19 εποιησας] + και U+05D0* (om U+05D0c.a) 21 εθνος BU+05D0?A] εθνη U+05D0* | εαυτονω U+05D0*vid (εαυτω U+05D0¹)] ους] ου A 22 Κυριος] κε U+05D0A 23 πιστωθητω] + η χιρ σου U+05D0 24 θεος] pr ο A | οικος] pr ο A 25 συ] + κε A | ους του παιδος σ in mgg et sup ras A (om του παιδος A* vid) | του οικοδομησαι] om του A 26 αυ- τος] pr ο U+05D0 | θεος] pr ο A 27 ηρξαι] ἤρξω U+05D0A | ευλογησοι] του ευλογιν U+05D0 του ευλογησοι A | εναντιον] ναντιο sup ras Aa? | συ] σοι U+05D0 + κε A)
40
[*](B)

Καὶ ἐγένετο μετὰ ταῦτα καὶ ἐπάταξεν Δαυεὶδ τοὺς ἀλλοφύλους καὶ ἐτροπώσατο αὐτούς, καὶ ἔλαβεν τὴν Τὲθ καὶ τὰς κώμας αὐτῆς ἐκ χερὸς ἀλλοφύλων.

καὶ ἐπάταξεν τὴν Μωάβ, καὶ ἦσαν Μωὰβ παῖδες τῷ Δαυεὶδ φέροντες δῶρα.

καὶ ἐπάταξεν Δαυεὶδ τὸν Ἁδραάζαρ βασιλέα Σουβὰ Ἡμάθ, πορευομένου αὐτοῦ ἐπιστῆσαι χεῖρα αὐτοῦ ἐπὶ ποταμὸν Εὐφράτην.

καὶ προκατελάβετο Δαυεὶδ αὐτῶν χίλια ἅρματα καὶ ἑπτὰ χιλιάδας ἵππαον καὶ εἵκοσι χιλιάδας ἀνδρῶν· καὶ παρέλυσεν Δαυεὶδ πάντα τὰ ἄρματα, καὶ ὑπελίπετο ἐξ αὐτῶν ἑκατὸν ἄρματα.

καὶ ἦλθεν Σύρος ἐκ Δαμασκοῦ βοηθῆσαι Ἁδραάζαρ βασιλεῖ Σουβά, καὶ ἐπάταξεν ἐν τῷ Σύρῳ εἴκοσι καὶ δύο χιλιάδας ἀνδρῶν.

καὶ ἔθετο Δαυεὶδ φρουρὰν ἐν Συρίᾳ τῇ κατὰ Δαμασκόν, καὶ ἦσαν τῷ Δαυεὶδ εἰς παῖδας φέροντας δῶρα· καὶ ἔσωζεν Κύριος Δαυεὶδ ἐν πᾶσιν οἷς ἐπορεύετο.

καὶ ἔλαβεν Δαυεὶδ τοὺς κλοιοὺς τοὺς χρυσοῦς οἱ ἦσαν ἐπὶ τοὺς παῖδας Ἀδραάζαρ, καὶ ἤνεγκεν αὐτοὺς εἰς Ἰερουσαλήμ.

καὶ ἐκ τῆς Μεταβηχὰς καὶ ἐκ τῶν ἐκλεκτῶν πολέμων τῶν Ἀδραάζαρ ἔλαβεν Δαυεὶδ χαλκὸν πολὺν σφόδρα· ἐξ αὐτοῦ ἐποίησεν Σαλωμὼν τὴν θάλασσαν τὴν χαλκῆν καὶ τοὺς στύλους καὶ τὰ σκεύη τὰ χαλκᾶ.

καὶ ἤκουσεν Θῶα βασιλεὺς Ιμὰθ ὅτι ἐπάταξεν Δαυεὶδ τὴν πᾶσαν δύναμιν Ἁδραάζαρ βασιλέως Σουβά,

καὶ ἀπέστειλεν τὸν Ἱδουραὰμ υἱὸν αὐτοῦ πρὸς τὸν βασιλέα Δαυεὶδ τοῦ ἐρωτῆσαι αὐτὸν τὰ εἰς εἰρήνην καὶ τοῦ εὐλογῆσαι αὐτὸν ὑπέρ οὗ ἐπολέμησεν τὸν Ἁδραάζαρ καὶ ἐπάταξεν αὐτόν, ὅτι ἀνὴρ πολέμιος Οῶα ἦν τῷ Ἀδραάζαρ· καὶ πάντα σκεύη ἀργυρᾶ καὶ χρυσᾶ.

καὶ ταῦτα ἡγίασεν Δαυεὶδ τῷ κυρίῳ μετὰ τοῦ ἀργυρίου καὶ τοῦ χρυσίου οὖ ἔλαβεν ἐκ πάντων τῶν ἐθνῶν, ἐξ Ἰδουμαίας καὶ Μωὰβ καὶ ἐξ υἱῶν Ἀμμὼν καὶ ἐκ τῶν ἀλλοφύλων καὶ ἐξ Ἀμαλήκ.

καὶ Ἀβεσσὰ υἱὸς Σαρουίας ἐπάταξεν τὴν Ἰδουμαίαν ἐν κοιλάδι τῶν ἁλῶν, ὀκτὼ καὶ δέκα χιλιάδας,

καὶ ἔθετο ἐν τῇ κοιλάδι φρουράς· καὶ ἦσαν πάντες οἱ Ἰδουμαῖοι παῖδες Δαυείδ· καὶ ἔσωζεν Κύριος ἐν πᾶσιν οἷς [*](U+05D0Α) [*](XVIII 2 Μωαβ 20] Μωαβιται A 3 Αδραζαρει U+05D0 Αδραζαρ A | Σουβα· Ημαθ· A 4 ουτων 10] αυτω A | ανδρων] + πεζῶν A | υπελειπετο A εκατον] εικοσι U+05D0* ρ΄ U+05D012 | αρματα 20 BU+05D0 c.a?  A] ρηματα U+05D0* 5 Αδραζα U+05D0* Αδραζαρ U+05D0c.a? A | om και 30 A 6 αμασκω U+05D0 | εσωσεν U+05D0 | Δαυειδ] τον Δαδ U+05D0A 7 om Δαυειδ U+05D0 | χρυσους] +Δαδ U+05D0 | Αδραζαρ U+05D0A 8 Μεταβηχας] Ματεβεθ A | πολεμων] ποιεων A | τω A δραζαρ U+05D0 των Αδραζαρ A 9 Οωα] Θοου A | λδραζαρ U+05D0A 10 Ιδουραμ U+05D0 Δουραμ A | εις] ις sup ras Aa? | Aδραζαρ (bis) U+05D0Α | Θωα] Θοου A | χρυσα· και αργυρα· A 11 om ταυτα U+05D0* (hab U+05D0 c.a (mg) | χρυσειου A | εθνων U+05D0* (εθνῶ| ων U+05D0?) 12 Αβισα A Σαρουια U+05D0 | κοιλαδι]| pr τη U+05D0 | αλλων U+05D0* (αλων U+05D0?) | χιλιαδες A 13 εσω- σεν A | Κυριος] +τον Δαδ A)

41
ἐπορεύετο.