Paralipomenon I sive Chronicon I

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

Καὶ ἐγένετο ὡς κατῷκησεν Δαυεὶδ ἐν οἴκῳ αὐτοῦ, καὶ εἶπεν Δαυεὶδ πρὸς Ναθαν τὸν προφήτην Ἰδοὺ ἐγὼ κατοικῶ ἐν οἴκῳ κεδρίνῳ, καὶ ἡ κιβωτὸς διαθήκης Κυρίου ὑποκάτω δέρρεων.

καὶ εἶπεν Ναθαν πρὸς Δαυείδ Πᾶν τὸ ἐν ψυχῇ σου ποίει, ὅτι θεὸς μετὰ σοῦ.

Καὶ ἐγένετο ἐν τῇ νυκτὶ ἐκείνῃ καὶ ἐγένετο λόγος Κυρίου πρὸς Νάθαν

Πορεύου καὶ εἰπὸν πρὸς Δαυεὶδ τὸν δοῦλόν μου Οὕτως εἶπεν Κύριος Οὐ σὺ οἰκοδομήσεις οἶκον τοῦ κατοικῆσαί με ἐν αὐτῷ.

ὅτι οὐ κατῴκησα ἐν οἴκῳ ἀπὸ τῆς ἡμέρας ἧς ἀνήγαγον τὸν Ἰσραὴλ ἕως τῆς ἡμέρας ταύτης, καὶ ἤμην ἐν σκηνῇ καὶ ἐν καλύμματι

ἐν πᾶσιν οἶς διῆλθον ἐν παντὶ Ἰσραήλ· εἰ λαλῶν ἐλάλησα πρὸς μίαν φυλὴν τοῦ Ἰσραὴλ τοῦ ποιμαίνειν τὸν λαόν μου λέγων Ὅτι οὐκ ᾠκοδομήκατέ μοι οἶκον κέδρινον;

καὶ νῦν οὕτως ἐρεῖς τῷ δούλῳ μου Δαυείδ Τάδε λέγει Κύριος Παντοκράτωρ Ἔλαβόν σε ἐκ τῆς μάνδρας ἐξόπισθεν τῶν ποιμνίων τοῦ εἶναι εἰς ἡγούμενον ἐπὶ τὸν λαόν μου Ἰσραήλ,

καὶ ἤμην μετὰ σοῦ ἐν πᾶσιν οἷς ἐπορεύθης, καὶ ἐξωλέθρευσα πάντας τοὺς ἐχθρούς σου ἀπὸ προσώπου σου, καὶ ἐποίησά σοι ὄνομα κατὰ τὸ ὄνομα τῶν μεγάλων τῶν ἐπὶ τῆς γῆς.

καὶ θήσομαι τόπον τῷ λαῷ μου Ἰσραὴλ καὶ καταφυτεύσω αὐτόν, καὶ κατασκηνώσει καθʼ ἑαυτὸν καὶ οὐ μεριμνήσει ἔτι, καὶ οὐ προσθήσει ἀδικία τοῦ ταπεινῶσαι αὐτὸν καθὼς ἀρχῆς.

καὶ ἀφʼ ἡμερῶν ὡν ἔταξα κριτὰς ἐπὶ τὸν λαόν μου Ἰσραήλ, καὶ ἐταπείνωσα ἄπαντας τοὺς ἐχθρούς σου, καὶ αὐξήσω σε· καὶ οἰκοδομήσει σε Κύριος.

καὶ ἔσται ὅταν πληρωθῶσιν ἡμέραι σου καὶ κοιμηθήσῃ μετὰ τῶν ποτέραν σου, καὶ ἀναστήσω τὸ σπέρμα σου μετὰ σέ, ὃ ἔσται ἐκ τῆς [*](U+05D0A 41 Ιδιθωμ U+05D0 Ιδιθουμ A | εκλεγοντες U+05D0 42 υιοι] pr και οι A | Ιδιθων U+05D0 Ιδιθουν A | πολιν U+05D0* (πυλην U+05D0c.a) 43 απας] πας A | om αυτου 2⁰ U+05D0* (hab U+05D0c.a ⁽ᵐᵍ) XVII 1 Αθαν U+05D0* (Ναθαν [Ν superscr] U+05D0?) 2 ψυχη] pr τη U+05D0A | θεος] pr ο U+05D0A 3 Ναθαν] + λεγων A 4 δουλον] παιδα U+05D0A | συ] σοι U+05D0 | οικοδομησεις] μοι Bᵃᵇ (vid) A 5 κατοικησα U+05D0 | ανηγαγεν U+05D0 | καλυμματι] καταλυματι U+05D0Α 6 του Ισραηλ] om του U+05D0A + ενι των κριτων (των 20 sup ras Aᵇ)| Ισλ· οις ενετειλαμην A | οικοδομηκατε U+05D0 7 ηγουμενον] +μου U+05D0 | om μου 20 U+05D0*vid hab U+05D0c.a mg) 8 εξωλοθρ. Bᵇ 9 προσθησει BU+05D0c.a] μνπσθησει (sic) U+05D0*vid | αρχης] pr απ A 10 σε 2⁰] σοι A 11 ημεραι] pr αι U+05D0A om και 2 A)

39
κοιλίας σου, καὶ ἑτοιμάσαω τὴν βασιλείου αὐτοῦ·

ηὐτὸς οἰκοδομ [*](B) μήκει μοι οἶκον, καὶ ἀνορθώσω τὸν θρόνον αὐτοῦ ἕως αἰῶνος.

ἐγὼ ἔσομαι αὐτῷ εἰς πατέρα καὶ αὐτὸς ἔσται μοι εἰς υἱόν, καὶ τὸ ἔλεός μου οὐκ ἀποστήσω ἀπʼ αὐτοῦ ὡς ἀπέστησα ἀπὸ τῶν ὅνταωων ἔμπροσθέν σου.

καὶ πιστώσω αὐτὸν ἐν οἴκῳ μου καὶ ἐν βασιλεία αὐτοῦ ἕως αἰῶνος, καὶ θρόνος αὐτοῦ ἔσται ἀνωρθωμένος ἕως αἰῶνος.

κατὰ πάντας τοὺς λόγους τούτους καὶ κατὰ πᾶσαν τὴν ὅρασιν ταύτην, οὕτως ἐλάλησεν Ναθὰν πρὸς Δαυείδ.

Καὶ ἦλθεν ὁ βασιλεὺς Δαυεὶδ καὶ ἐκάθισεν ἀπέναντι Κυρίου, καὶ εἶπεν Τίς εἰμι ἐγὼ, Κύριε ὁ θεός, καὶ τἰς ὁ οἶκός μου, ὅτι ἠγάπησάς με ἕως αἰῶνος

καὶ ἐσμικρύνθη ταῦτα ἐνώπιόν σου ὁ θεός, καὶ ἐλάλησας ἐπὶ τὸν οἶκον τοῦ παιδός σου ἐκ μακρῶν, καὶ ἐπεῖδές με ὡς ὅρασις ἀνθρώπου καὶ ὕψωσάς με, Κύριε ὁ θκός.

τί προσθήσει ἔτι Δαυεὶδ πρὸς σέ τοῦ δοξάσαι; καὶ σὺ τὸν δοῦλόν σου οἶδας,

καὶ κατὰ τὴν καρδίαν σου ἐποίησας τὴν πᾶσαν μεγαλωσύνην.

Κύριε, οὐκ ἔστιν ὅμοιός σοι, καὶ οὐκ ἔστιν πλὴν σοῦ κατὰ πάντα ὅσα ἠκούσαμεν ἐν ὠσὶν ἡμῶν.