Paralipomenon I sive Chronicon I

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • 10 αἰνεῖτε ἐν ὀνόματι ἁγίῳ αὐτοῦ,
  • εὐφρανθήσεται καρδία ζητοῦσα τὴν εὐδοκίαν αὐτοῦ.
  • ¹¹ζητήσατε καὶ ἰσχύσατε,
  • ζητήσατε τὸ πρόσωπον αὐτοῦ διὰ παντός.
  • 12μνημονεύετε τὰ θαυμάσια αὐτοῦ ἆ ἐποίησεν,
  • τέρατα καὶ κρίματα τοῦ στόματος αὐτοῦ.
  • 13σπέρμα Ἰσραὴλ παῖδες αὐτοῦ,
  • υἱοὶ Ἰακὼβ ἐκλεκτοὶ αὐτοῦ.
  • 14Κύριος ὁ θεὸς ἡμῶν,
  • ἐν πάσῃ τῇ γῆ τὰ κρίματα αὐτοῦ.
  • 15μνημονεύομεν εἰς αἰῶνα διαθήκης αὐτοῦ,
  • λόγον αὐτοῦ ὃν ἐνετείλατο εἰς χιλίας γενεάς,
  • 16ὅν διέθετο τῷ Ἀβραάμ.
  • καὶ τὸν ὅρκον αὐτοῦ τῷ Ἰσαάκ.
  • 17ἔστησεν αὐτὸν τῷ Ἰακὼβ εἰς πρόσταγμα.
  • τῷ Ἰσραὴλ διαθήκην αἰώνιον,
  • 18λέγων Σοὶ δώσω τὴν γῆν Χαναὰν
  • σχοίνισμα κληρονομίας ὑμῶν.