Paralipomenon I sive Chronicon I

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

καὶ εἰσήνεγκαν τὴν κιβωτὸν τοῦ θεοῦ, καὶ ἀπηρείσαντο αὐτὴν ἐν μέσῳ τῆς σκηνῆς ἧς ἔπηξεν αὐτῇ Δαυείδ, καὶ προσήνεγκαν ὁλοκαυτώματα καὶ σωτηρίου ἐναντίου τοῦ θεοῦ.

καὶ συνετέλεσεν Δαυεὶδ ἀναφέρων ὁλοκαυτώματα καὶ σαωτηρίου, καὶ εὐλόγησεν τὸν λαὸν ἐν ὀνόματι Κυρίου.

καὶ διεμέρισεν παντὶ ἀνδρὶ Ἰσραήλ, ἀπὸ ἀνδρὸς καὶ ἕως γυναικός, τῷ ἀνδρὶ ἄρτον ἕνα ἀρτοκοπικὸν καὶ ἀμορείτην.

Καὶ ἔταξεν κατὰ πρόσωπον τῆς κιβωτοῦ διαθήκης Κυρίου ἐκ τῶν Λευειτῶν λειτουργοῦντας, ἀναφωνοῦντας, καὶ ἐξομολογεῖσθαι καὶ αἰνεῖν Κύριον τὸν θεὸν Ἰσραήλ·

Ἀσὰφ ὁ ἡγούμενος, καὶ δευτερεύων αὐτῷ Ζαχαρίας, Εἰειήλ, Σαμαρειμώθ, Εἰειήλ, Ματταθίας, Ἐλιὰβ καὶ Βαναίας καὶ Ἀβδοδόμ, καὶ Εἰειὴλ ἐν ὀργάνοις, νάβλαις. κινύραις, καὶ Ἀσὰφ ἐν κυμβάλοις ἀναφωνῶν,

καὶ Βαναίας καὶ Ὀζειὴλ οἱ ἱερεῖς ἐν ταῖς σάλπιγξιν διὰ παντὸς ἐναντίον τῆς κιβωτοῦ τῆς διαθήκης τοῦ θεοῦ

ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. Τότε ἔταξεν Δαυεὶδ ἐν ἀρχῇ τοῦ αἰνεῖν τὸν κύριον ἐν χειρὶ Ἀσὰφ καὶ τῶν ἀδελφῶν αὐτοῦ.

  • ᾨδή.
  • 8Ἐξομολογεῖσθε, ἐπικαλεῖσθε αὐτὸν ἐν ὀνόματι αὐτοῦ,
  • γνωρίσατε ἐν λαοῖς τὰ ἐπιτηδεύματα αὐτοῦ.
  • 9ἄσατε αὐτῷ καὶ ὑμνήσατε αὐτῷ,
  • διηγήσασθε πᾶσιν τὰ θαυμάσια αὐτοῦ ἄ ἐποίησεν Κύριος.