Paralipomenon I sive Chronicon I

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

καὶ ἐξεκλησίασεν Δαυεὶδ τὸν πάντα Ἰσραὴλ εἰς Ἰερουσαλὴμ τοῦ ἀνενέγκαι τὴν κιβωτὸν Κυρίου εἰς τὸν τόπον ὃν ἡτοίμασεν αὐτῇ.

καὶ συνήγαγεν Δαυεὶδ τοὺς υἱοὺς Ἀαρὼν τοὺς Λευείτας.

τῶν υἱῶν Καάθ, Οὐριὴλ ὁ ἄρχων καὶ οἱ ἀδελφοὶ αὐτοῦ ἑκατὸν δέκα·

τῶν υἱῶν Μερραρεί, Ἀσαι ὁ ἄρχων καὶ οἱ ἀδελφοὶ αὐτοῦ διακόσιοι πεντῆκοντα·

τῶν υἱῶν Γηρσάμ, Ἰωήλ ὁ ἄρχων καὶ οἱ ἀδελφοὶ αὐτοῦ ἑκατὸν πεντήκοντα·

τῶν υἱῶν Ἐλεισαφάτ, Σαμαίας ὁ ἄρχων καὶ οἱ ἀδελφοὶ αὐτοῦ διακόσιοι·

τῶν υἱῶν Χεβρών, Ἐνὴρ ὁ ἄρχων καὶ οἱ ἀδελφοὶ αὐτῶν ὀγδοήκοντα·

τῶν υἱῶν Ὀζειήλ, Ἀμειναδὰβ ὁ ἄρχων καὶ οἱ ἀδελφοὶ αὐτοῦ ἑκατὸν δέκα δύο.

Καὶ ἐκάλεσεν Δαυεὶδ τὸν Σαδὼκ καὶ Ἀβιαθὰρ τοὺς ἱερεῖς καὶ τοὺς Λευείτας, τὸν Ἀριήλ, Ἀσαιά, Ἰωήλ, Σαμαίαν, Ἐνήλ, Ἀμειναδάβ,