Paralipomenon I sive Chronicon I

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

καὶ ἀνέβη εἰς Φααλφαθισείμ, καὶ ἐπάταξεν αὐτοὺς ἐκεῖ Δαυείδ· καὶ εἶπεν Δαυείδ Διέκοψεν τοὺς ἐχθρούς μου ἐν χειρί μου ὡς διακοπὴν ὔδατος· διὰ τοῦτο ἐκάλεσεν τὸ ὄνομα τοῦ τόπου ἐκείνου Διακοπὴ Φαρισἰν.

καὶ ἐνκατέλιπον τοὺς θεοὺς αὐτῶν, καὶ εἶπεν Δαυεὶδ κατακαῦσαι ἐν πυρί.

καὶ προσέθεντο ἔτι ἀλλόφυλοι καὶ συνέπεσαν ἔτι ἐν τῇ κοιλάδι τῶν γιγάντων.

καὶ ἠρώτησεν Δαυεὶδ ἔτι ἐν θεῷ, καὶ εἶπεν αὐτῷ ὁ θεός Οὐ πορεύσῃ ὀπίσω οὐτων· ἀποστρέφου ἀπʼ αὐτῶν, καὶ παρέσῃ αὐτοῖς πλησίον τῶν ἀπίων.

καὶ ἔσται ἐν τῷ ἀκοῦσαί σε τὴν φωνὴν τοῦ συνσεισμοῦ αὐτῶν ἄκρων τῶν ἀπίων, τότε ἐξελεύσῃ εἰς τὸν πόλεμον, ὅτι ἐξῆλθεν ὁ θεὸς ἔμπροσθέν σου τοῦ πατάξαι τὴν παρεμβολὴν τῶν ἀλλοφύλων.

καὶ ἐποίησεν καθὼς ἐνετείλατο αὐτῷ ὁ θεός, καὶ ἐπάταξεν τὴν παρεμ- βολὴν τῶν ἀλλοφύλων ἀπὸ Γαβαὼν ἕως Γάζαρα.

καὶ ἐγένετο [*](U+05D0A)[*](3 ετεθησαν U+05D0* (ετεχθ.U+05D0c.b ᵃ) | Δαυειδ 2⁰] αυτω A 4 om οι U+05D0* (hal) U+05D0c.a ᵐᵍ) | Σαμαια U+05D0 Σαμμαου A | Ισοβοαμ| και Σωβαβ A | Σαλωμων] pr και A 5 Βααρ] Ιεβααρ A | Εκταε]| Ελισαυ A | Ελειφαλετ U+05D0 Ελιφαλετ A 6 Ναγετ U+05D0 | Ναφατ U+05D0 Ναφαγ A | Ιανουου] Ιαφιε A 7 Ελισαμα A | Βαλεγδαε] Βαλλιαδα A | δμφαλετ] Ενφαλετ U+05D0 Ελιφαλετ A 8 ηκουσεν Δ. και εξηλθεν] εξηλθεν Δαδ ως ηκουσεν A | υπαντησιν A 9 συνεπεσαν U+05D0A | om εν U+05D0 | γιγαντων] των sup ras Aa 10 και (1⁰).. χειρας σου sup ras Aa | ηρωτησεν] επηρωτησεν Aᵃ | ει αναψω] η αναβητω U+05D0 | om Κυριος A 11 Φααλφαθισειμ] Φαλααδʼφαθεισει Bααλφαρασειν A | διεκοψεν] διακοψον U+05D0+ θς A | διακοπη] διακοπη | Φαρισιν] Φαριειν U+05D0 Φαρασειν A 12 εγκατε- λιπον Bᵇ εγκατελειπεν A + εκει A | κατακαυσοι] +αυτους A 13 προσε- θετο U+05D0 | αλλοφυλοις U+05D0 | ετι 2⁰] εκει A 14 Δαυειδ] + και ειπεν U+05D0* (om4 U+05D0c.ᵃ) | ετι] οτι A | και ειπεν αυτω] αυτω· και ειπεν U+05D0* και αυτω ειπεν U+05D0c.ᵃ | πορευθη U+05D0 | σιτιων B*U+05D0 (απιων BᵇA) 15 συσσεισμου Bᵃᵇ | ουτων ακρων] των ακρων U+05D0 του ακρου A | σιτιων B* (απιων BcA) | σου] μου U+05D0 16 αυτω] μοι U+05D0 | απο] π superscr B? | Γαβω U+05D0 | Ιαζαρα (α 2⁰ superscr B?)] Γαζαραν U+05D0 Γαζηρα A)

33
ὄνομα Δαυεὶδ ἐν πάσῃ τῇ γῆ, καὶ Κύριος ἔδωκεν τὸν φόβον αὐτοῦ [*](B) ἐπὶ πάντα τὰ ἔθνη.

Καὶ ἐποίησεν αὐτῷ οἰκίας ἐν πόλει Δαυείδ, καὶ ἡτοίμασεν τὸν τόπον τῇ κιβωτῷ τοῦ θεοῦ καὶ ἐποίησεν αὐτῇ σκηνήν.

τότε εἶπεν Δαυείδ Οὐκ ἔστιν ἆραι τὴν κιβωτὸν τοῦ θεοῦ ἀλλʼ ἢ τοὺς Λευείτας, ὅτι αὐτοὺς ἐξελέξατο Κύριος καὶ λειτουργεῖν αὐτῷ ἕως αἰῶνος.