Paralipomenon I sive Chronicon I

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

καὶ Μετταθίας καὶ Ἐνφαναίας, Μακενιὰ καὶ Ἀβδεδὸμ καὶ Ἰειὴλ καὶ Ὀζείας ἐν κινύραις ἁμασενεὶθ τοῦ ἰσχῦσαι·

καὶ Κωνενιὰ ἄρχων τῶν Λευειτῶν ἄρχων τῶν ᾠδῶν, ὅτι συνετὸς ἦν.

καὶ Βαραχιὰ καὶ Ἠλκανὰ πυλωροὶ τῆς κιβωτοῦ.

καὶ Σομνιὰ καὶ Ἰωσαφὰτ καὶ Ναθαναὴλ καὶ Ἀμασαὶ καὶ Ζαχαριὰ καὶ Βαναὶ καὶ Ἐλιέζερ οἱ ἱερεῖς, σαλπίζοντες ταῖς σάλπιγξιν ἔμπροσθεν τῆς κιβωτοῦ τοῦ θεοῦ. καὶ Ἀβδεδὸμ καὶ Ἰειά, πυλωροὶ τῆς κιβωτοῦ τοῦ θεοῦ.

Καὶ ἦν Δαυεὶδ καὶ πρεσβύτεροι Ἰσραὴλ καὶ οἱ χιλίαρχοι οἱ πορευόμενοι τοῦ ἀναγαγεῖν τὴν κιβωτὸν τῆς διαθήκης ἐξ οἴκου Ἀβδοδὸμ ἐν ενφροσύνῃ.

καὶ ἐγένετο ἐν τῷ κατισχῦσαι τὸν θεὸν τοὺς Λευείτας αἴροντας τὴν κιβωτὸν τῆς διαθήκης Κυρίου, καὶ ἔθυσαν ἀνʼ ἑπτὰ μόσχους καὶ ἀνʼ ἑπτὰ κριούς.

καὶ Δαυεὶδ περιεζωσμένος ἐν στολῇ βυσσίνῃ, καὶ πάντες οἱ Λευεῖται αἴροντες τὴν κιβωτὸν διαθήκης Κυρίου καὶ οἱ ψαλτῳδοί, Ἰεχονίας ὁ [*](U+05D0A) [*](16 οργανοις] + ωδων A | κινυραις] pr και A | ευφροσυνης εν φωνη U+05D0 17 Bαραχεια | Μεραρει U+05D0 Μεραρι A | Αιθαμ U+05D0 | Κισσιου A 18 αδελ- φοι] pr οι A | Οζειηλ] Ιηουλ A | Σιμιραμωθ A | Ελιωηλ] Ιωηλ U+05D0 Ανι| A | Ελιβα U+05D0* (Ελιαβα U+05D0¹) Ελιαβ A | Μαασαια U+05D0 Αμασια Avid | Ιματταθια] Ματταθια U+05D0 Ματταθιας A | Ελιφενα] Ελιφαλα A | Μακελλεια] Μακκελλα U+05D0 Μακενια A | Αβδεδωμ U+05D0 Αβδεδομ A | Ιειηλ U+05D0A | Οζιας A 19 Ασαβ U+05D0 | ποιησαι] pr και U+05D0* (om U+05D0c.ᵃ) 20 Οζιηλ A | Σεμ. Ειθ. Ωνει] Σαμειραμωθειθ Ηλωνει· U+05D0 Σεμιραμωθ· Ιθιηλ και Ανανι· A | Ελιαβ] pr και A | Μασαιας U+05D0 και Μααlσιας A | Βαναιας] pr και A | αλεμωθ U+05D0 αλημωθ A 21 Ματταθιας A | δνφαναιας] δνφανιας U+05D0 Ελιφαλαιας A | Μακενια] και Μακενιας A | Ιειηλ] Ιθιηλ Avid | Οζιας A | ισχυσοι] ενισχυσαι A 22 Χωνενια A 23 πυλωροι] pr και 24 Σομνια] Σοβνεια U+05D0 Σωβενια A | Αμασε U+05D0 | Ζαχαριας A | Αβδοδομ U+05D0 | Ιεια BU+05D0¹] Εια U+05D0* Ιεαια A | της κιβωτου (2°)] τη κβωτω U+05D0 25 πρεσβυ- τεροι] pr οι U+05D0A | om Ισραηλ U+05D0* (superscr U+05D0c.a) | οι πορευομ.] om οι A | διαθηκης] + κυ A | Αβδεδομ A 26 om αν 1° U+05D0A | om αν 2° U+05D0* (superscr U+05D0¹) A 27 περιεζωσμενος] περιζωσαμενος U+05D0 | om εν U+05D0 (superscr U+05D0¹) A | Λευιται A | διαθηκης] pr της U+05D0 | Ιεχονιας] Ει|εχονιας και Χενενιας A)

35
ἄρχων τῶν ᾠδῶν τῶν ᾀδόντων· καὶ ἐπὶ Δαυεὶδ στολὴ βυσσίνη.

[*](B)

καὶ πᾶς Ἰσραὴλ ἀνάγοντες τὴν κιβωτὸν διαθήκης Κυρίου ἐν σημασίᾳ καὶ ἐν φωνῇ σωφέρ καὶ ἐν σάλπιγξιν καὶ ἐν κυμβάλοις, ἀναφωνοῦντες νάβλαις καὶ ἐν κινύραις.

καὶ ἐγένετο κιβωτὸς διαθήκης Κυρίου καὶ ἦλθεν ἕως πόλεως Δαυείδ· καὶ Μελχὸλ θυγάτηρ Σαοὺλ παρέκυψεν διὰ τῆς θυρίδος, καὶ εἶδεν τὸν βασιλέα Δαυεὶδ ὀρχούμενον καὶ παίζοντα, καὶ ἐξουδένωσεν αὐτὸν ἐν τῇ ψυχῇ αὐτῆς.

καὶ εἰσήνεγκαν τὴν κιβωτὸν τοῦ θεοῦ, καὶ ἀπηρείσαντο αὐτὴν ἐν μέσῳ τῆς σκηνῆς ἧς ἔπηξεν αὐτῇ Δαυείδ, καὶ προσήνεγκαν ὁλοκαυτώματα καὶ σωτηρίου ἐναντίου τοῦ θεοῦ.

καὶ συνετέλεσεν Δαυεὶδ ἀναφέρων ὁλοκαυτώματα καὶ σαωτηρίου, καὶ εὐλόγησεν τὸν λαὸν ἐν ὀνόματι Κυρίου.

καὶ διεμέρισεν παντὶ ἀνδρὶ Ἰσραήλ, ἀπὸ ἀνδρὸς καὶ ἕως γυναικός, τῷ ἀνδρὶ ἄρτον ἕνα ἀρτοκοπικὸν καὶ ἀμορείτην.

Καὶ ἔταξεν κατὰ πρόσωπον τῆς κιβωτοῦ διαθήκης Κυρίου ἐκ τῶν Λευειτῶν λειτουργοῦντας, ἀναφωνοῦντας, καὶ ἐξομολογεῖσθαι καὶ αἰνεῖν Κύριον τὸν θεὸν Ἰσραήλ·

Ἀσὰφ ὁ ἡγούμενος, καὶ δευτερεύων αὐτῷ Ζαχαρίας, Εἰειήλ, Σαμαρειμώθ, Εἰειήλ, Ματταθίας, Ἐλιὰβ καὶ Βαναίας καὶ Ἀβδοδόμ, καὶ Εἰειὴλ ἐν ὀργάνοις, νάβλαις. κινύραις, καὶ Ἀσὰφ ἐν κυμβάλοις ἀναφωνῶν,

καὶ Βαναίας καὶ Ὀζειὴλ οἱ ἱερεῖς ἐν ταῖς σάλπιγξιν διὰ παντὸς ἐναντίον τῆς κιβωτοῦ τῆς διαθήκης τοῦ θεοῦ

ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. Τότε ἔταξεν Δαυεὶδ ἐν ἀρχῇ τοῦ αἰνεῖν τὸν κύριον ἐν χειρὶ Ἀσὰφ καὶ τῶν ἀδελφῶν αὐτοῦ.

  • ᾨδή.
  • 8Ἐξομολογεῖσθε, ἐπικαλεῖσθε αὐτὸν ἐν ὀνόματι αὐτοῦ,
  • γνωρίσατε ἐν λαοῖς τὰ ἐπιτηδεύματα αὐτοῦ.
  • 9ἄσατε αὐτῷ καὶ ὑμνήσατε αὐτῷ,
  • διηγήσασθε πᾶσιν τὰ θαυμάσια αὐτοῦ ἄ ἐποίησεν Κύριος.
  • [*](28 αναγαοντες U+05D0* (αναγοντ.U+05D0¹) | σωφειρ U+05D0 | κινυραις] κιννυρα superscr Aᵇ U+05D0A 29 διαθηκης] pr της A | ηλθεν] καθεν Ab?c?vid | Μελχορλ U+05D0| θυγατηρ) pr η A | ιδεν A XVI 1 εισενεγκαν U+05D0* (εισην. U+05D0c.a) | απηρισαντο U+05D0A | θεου] κυ A 3 om ανδρι 1° U+05D0 | αρτοκοπιακον A | αμοριτην U+05D0A 4 λιτουρ- γουντων U+05D0* (λιτουργουντας U+05D0c.a) | Κυριον τον θεον] κν θῡ U+05D0 τον κν θῡ A 5 δευτερευων] δευτερων U+05D0 δευτερος ων A | διειηλ 1°] Ιειηλ B?vid U+05D0 ο Ιειηλ A Σαμαριμωθ U+05D0 Σεμιραμωθ A | Εειηλ 2°] Ιαθιηλ A | Βενιας U+05D0* (Βαν. U+05D0c.a) Αθδεδομ A | διειηλ 3°] Ιειηλ A | ναβλαις] εν ναβλες A | κινυραις] pr και A Ασσαφ 6 om και Οζειηλ U+05D0* (hab U+05D0c.amg) κ. ζιηλ A | οι οιερεις] pr και | ενοντι U+05D0 | θεου] κυ U+05D0 7 κυριον] θν | αυτου] ουτων U+05D0 | om ωδη U+05D0 8 εξομολογεισθαι U+05D0A | επικαλεισθαι U+05D0A 9 αυτω 2°] αυτον U+05D0 | διηγησασθαι A | πασιν] pr εν U+05D0)
    36
    [*](B)

  • 10 αἰνεῖτε ἐν ὀνόματι ἁγίῳ αὐτοῦ,
  • εὐφρανθήσεται καρδία ζητοῦσα τὴν εὐδοκίαν αὐτοῦ.
  • ¹¹ζητήσατε καὶ ἰσχύσατε,
  • ζητήσατε τὸ πρόσωπον αὐτοῦ διὰ παντός.