Paralipomenon I sive Chronicon I

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

Καὶ ἐποίησεν αὐτῷ οἰκίας ἐν πόλει Δαυείδ, καὶ ἡτοίμασεν τὸν τόπον τῇ κιβωτῷ τοῦ θεοῦ καὶ ἐποίησεν αὐτῇ σκηνήν.

τότε εἶπεν Δαυείδ Οὐκ ἔστιν ἆραι τὴν κιβωτὸν τοῦ θεοῦ ἀλλʼ ἢ τοὺς Λευείτας, ὅτι αὐτοὺς ἐξελέξατο Κύριος καὶ λειτουργεῖν αὐτῷ ἕως αἰῶνος.

καὶ ἐξεκλησίασεν Δαυεὶδ τὸν πάντα Ἰσραὴλ εἰς Ἰερουσαλὴμ τοῦ ἀνενέγκαι τὴν κιβωτὸν Κυρίου εἰς τὸν τόπον ὃν ἡτοίμασεν αὐτῇ.

καὶ συνήγαγεν Δαυεὶδ τοὺς υἱοὺς Ἀαρὼν τοὺς Λευείτας.

τῶν υἱῶν Καάθ, Οὐριὴλ ὁ ἄρχων καὶ οἱ ἀδελφοὶ αὐτοῦ ἑκατὸν δέκα·

τῶν υἱῶν Μερραρεί, Ἀσαι ὁ ἄρχων καὶ οἱ ἀδελφοὶ αὐτοῦ διακόσιοι πεντῆκοντα·

τῶν υἱῶν Γηρσάμ, Ἰωήλ ὁ ἄρχων καὶ οἱ ἀδελφοὶ αὐτοῦ ἑκατὸν πεντήκοντα·

τῶν υἱῶν Ἐλεισαφάτ, Σαμαίας ὁ ἄρχων καὶ οἱ ἀδελφοὶ αὐτοῦ διακόσιοι·

τῶν υἱῶν Χεβρών, Ἐνὴρ ὁ ἄρχων καὶ οἱ ἀδελφοὶ αὐτῶν ὀγδοήκοντα·

τῶν υἱῶν Ὀζειήλ, Ἀμειναδὰβ ὁ ἄρχων καὶ οἱ ἀδελφοὶ αὐτοῦ ἑκατὸν δέκα δύο.

Καὶ ἐκάλεσεν Δαυεὶδ τὸν Σαδὼκ καὶ Ἀβιαθὰρ τοὺς ἱερεῖς καὶ τοὺς Λευείτας, τὸν Ἀριήλ, Ἀσαιά, Ἰωήλ, Σαμαίαν, Ἐνήλ, Ἀμειναδάβ,

καὶ εἶπεν αὐτοῖς Ὑμεῖς ἄρχοντες πατριῶν τῶν Λευειτῶν· ἁγνίσθητε ὑμεῖς καὶ οἱ ἀδελφοὶ ὑμῶν, καὶ ἀνοίσετε τὴν κιβωτὸν τοῦ θεοῦ Ἰσραὴλ οὗ ἡτοίμασα αὐτῇ.

ὅτι οὐκ ἐν τῷ πρότερον ὑμᾶς εἶναι διέκοψεν ὁ θεὸς ἡμῶν ἐν ἡμῖν, ὅτι οὐκ ἐζητήσαμεν ἐν κρίματι.

καὶ ἡγνίσθησαν οἱ ἱερεῖς καὶ οἱ Λευεῖται τοῦ ἀνενέγκαι τὴν κιβωτὸν θεοῦ Ἰσραήλ.

καὶ ἔλαβον οἱ υἱοὶ τῶν Λευειτῶν τὴν κιβαωτὸν τοῦ θεοῦ, ὡς ἐνετείλατο Μωυσῆς ἐν λόγῳ θεοῦ κατὰ τὴν γραφήν, ἐν ἀναφορεῦσιν ἐπʼ αὐτοὺς·

καὶ εἶπεν Δαυεὶδ τοῖς ἄρχουσιν τῶν Λευειτῶν Στήσατε τοὺς ἀδελφοὺς [*](17 ονομα] pr το A ΧV 1 τη κιβωτω BU+05D0c. ᵃ] τhν κιβωτον U+05D0* της κιβω- U+05D0A του A 2 αλλ η] αλλα U+05D0 | λευιτας U+05D0A | αυτος A (αυτους A¹) | και] pr αιρειl την κιβωτον κυ A 3 εξεκλησιασεν] συνηγαγε) A 3–7 Δαδ τον πανια Ιηλ...Ιωηλ ο αρχων sup ras Aᵃ 3 ανενεγκειν Aᵃ | Κυριου] pr του U+05D0 του θυ Aᵃ | om εις τον τοπον U+05D0* (hab U+05D0c.a ᵐᵍ) 4 Α αρων] + και U+05D0Aᵃ | Λευει- τας BU+05D0] Λευιτας Aᵃ 5 ουτων U+05D0 | δεκα] εικοσι Aᵃ 6 Μεραρει U+05D0 Μεραρι Aᵃ |ισαιας A | πεντ·] pr και A 7 Γ ηρσων Aᵃ | πεντηκοντα] και τριακοντα A 8 Ελισαφαν A | Σαμαιας] Σαμεας U+05D0 Σεμαια A 9 Ενηρ] Ενηλ U+05D0 Ελιηλ A |ουτων] αυτου A 10 Οζιηλ A | Αμιναδαβ U+05D0Α |δεκα δυο] δωδεκα U+05D0 11 λευιτας U+05D0Α | Αριηλ] Ουριηλ A | Ασαιαν A | Ιωηλ] pr και A | Σαμαιαν] Σαμοι U+05D0 Σεμειαν A | Ενηλ] Ανελημ U+05D0 και Ελιηλ A | Αμιναδαβ U+05D0A pr και A 12 Λευιτ. U+05D0A (item 14. 15, 17, 22, 26) | ανοισεται A | ητοιμασας U+05D0 | αυτη] αυτη| A 13 υμας] ας sup ras Aᵃ? | ημων] υμων U+05D0 14 αρχιερεις U+05D0* (ιερεις U+05D0c.a ᵃ) | ανενεγκεν A* ἀνενεγκειν Ab | θεοu] pr του U+05D0 pr του κυ A 15 Μωσhς U+05D0 | επ αυτους] εφ εlαυτους A 16 αρχουσι U+05D0 | Λευιτvν A)

34
[*](B) αὐτῶν τοὺς ψαλτῳδοὺς ἐν ὀργάνοις, νάβλαις, κινύραις καὶ κυμβάλοις, τοῦ φωνῆσαι εἰς ὕψος ἐν φωνῇ εὐφροσύνης.

καὶ ἔστησαν οἱ Λευεῖται τὸν Αἱμὰν υἱὸν Ἰωήλ· ἐκ τῶν ἀδελφῶν αὐτοῦ Ἀσὰφ υἱὸς Βαραχιά, καὶ ἐκ τῶν υἱῶν Μερραρεὶ ἀδελφῶν αὐτοῦ Αἰθὰν υἱὸς Κεισαίου.

καὶ μετʼ αὐτῶν ἀδελφοὶ αὐτῶν οἱ δεύτεροι, Ζαχαρίας καὶ Ὀζειὴλ καὶ Σεμειραμὼθ καὶ Ἰειὴλ καὶ Ἐλιωὴλ καὶ Ἐλιαβὰ καὶ Βαναιὰ καὶ Μαασσαιὰ καὶ Ἰματταθιὰ καὶ Ἐλειφενὰ καὶ Μακελλειὰ καὶ Ἀβαεδὸμ καὶ Ἰεειὴλ καὶ Ὀζείας, οἱ πυλωροί.

καὶ οἱ ψαλτῳδοί· Αἱμάν, Ἀσὰφ καὶ Αἰθὰν ἐν κυμβάλοις χαλκοῖς τοῦ ἀκουσθῆναι ποιῆσαι·

Ζαχαρίας καὶ Ὀζειήλ, Σεμειραμώθ, Εἰθήλ, Ὠνεἰ, Ἐλιάβ, Μασσαίας, Βαναίας ἐν νάβλαις ἐπὶ ἀλαιμώθ·