Paralipomenon I sive Chronicon I

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

Ἄζα ὁ ἄρχων. Ἀβδειὰ ὁ δεύτερος, Ἐλιὰβ ὁ τρίτος,

Μασεμμανὴ ὁ τέταρτος, Ἰερεμειὰ ὁ πέμπτος,

Ἐθοὶ ὁ ἕκτος, Ἐλιὰβ ὁ ἕβδομος,

Ἰωὰν ὁ ὄγδοος, Ἐλιαζὲρ ὁ ἔνατος,

ʼiερεμειὰ ὁ δέκατος, Μελχαβανναὶ ὁ ἑνδέκατος.

οὖτοι ἐκ τῶν υἱῶν Γὰδ ἄρχοντες τῆς στρατιᾶς, εἰς τοῖς ἑκατὸν μικρὸς καὶ μέγας τοῖς χιλίοις.

οὗτοι οἱ διαβάντες τὸν Ἰορδάνην ἐν τῷ μηνὶ τῷ πρώτῳ, καὶ οὗτος πεπληρωκὼς ἐπὶ πᾶσαν κρηπῖδα αὐτοῦ, καὶ ἐξεδίωξαν πάντας τοὺς κατοικοῦντας αὐλῶνας ἀπὸ ἀνα- τολῶν ἕως δυσμῶν.